576
ἀλλὰ καὶ ἕτερον περὶ τούτων διανοεῖσθαι ἔστι θαυμαστόν, περί τε τῆς Εὔας καὶ τῆς Μαρίας. ἡ μὲν γὰρ Εὔα πρόφασις γεγένηται θανάτου τοῖς ἀνθρώποις· δι' αὐτῆς γὰρ «εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον». ἡ δὲ Μαρία πρόφασις ζωῆς, δι' ἧς ἐγεννήθη ἡμῖν ζωή. καὶ διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ παρεγένετο εἰς τὸν κόσμον. καὶ «οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις». καὶ ὅθεν γέγονε θάνατος, ἐκεῖ προέλαβεν ἡ ζωή, ἵνα ζωὴ ἀντὶ θανάτου γένηται, ἐκκλείσασα τὸν θάνατον τὸν ἐκ γυναικός, πάλιν ὁ διὰ γυναικὸς ἡμῖν ζωὴ γεγενημένος. καὶ ἐπειδὴ ἐκεῖ μὲν ἔτι οὖσα παρθένος ἡ Εὔα ἐν παρεκβάσει παρακοῆς γέγονε, πάλιν διὰ τῆς παρθένου γέγονεν ἡ ὑπακοὴ τῆς χάριτος, εὐαγγελισθείσης τῆς ἀπ' οὐρανοῦ καθόδου ἐνσάρκου παρουσίας καὶ ζωῆς αἰωνίου. ἐκεῖ γάρ φησι πρὸς τὸν ὄφιν «καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον αὐτῆς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς». οὐδαμοῦ δὲ σπέρμα εὑρίσκεται γυναικός, * ἀλλ' ἢ κατὰ τὸ αἴνιγμα ἐπὶ τῆς Εὔας λαμβάνεται ἡ ἔχθρα πρὸς τὰ ὑπ' αὐτοῦ γεννώμενα τοῦ τε ὄφεως καὶ τοῦ ἐν τῷ ὄφει γενομένου διαβόλου καὶ φθόνου. 19. Ἀλλ' οὖν γε κατὰ τὸ τελειότατον οὐ δύναται ἐν αὐτῇ τὸ πᾶν πληρωθῆναι. πληρωθήσεται δὲ ὡς ἀληθῶς ἐν τῷ σπέρματι τῷ ἁγίῳ, τῷ ἐξαιρέτῳ, τῷ μονωτάτῳ, τῷ ἀπὸ Μαρίας μόνον εὑρεθέντι καὶ οὐκ ἀπὸ συζυγίας ἀνδρός. οὗτος γὰρ ἦλθεν «ἀνελεῖν» τήν τε δύναμιν «τοῦ δράκοντος καὶ σκολιοῦ ὄφεως φεύγοντος» καὶ τὴν πᾶσαν οἰκουμένην κατειληφέναι λέγοντος. διὰ τοῦτο παρεγένετο ἐκ γυναικὸς ὁ μονογενής, εἰς ἀναίρεσιν μὲν τοῦ ὄφεως, τουτέστι τῆς κακοδιδασκαλίας καὶ φθορᾶς καὶ ἀπάτης, πλάνης τε καὶ ἀνομίας. οὗτός ἐστιν ἀληθῶς «ἀνοίγων μήτραν μητρός». πάντες γὰρ ὅσοι ἐγεννήθησαν πρωτότοκοι, ἵνα καὶ σεμνότερον εἴπωμεν, οὐκ ἠδυνήθησαν τοῦτο πληροῦν ἀλλ' 3.470 ἢ μόνος ὁ μονογενής, «μήτραν παρθένου ἀνοίξας». ἐν τούτῳ γὰρ μόνῳ τετελείωται καὶ ἐν ἄλλῳ οὐδενί. ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς ὑποθέσεως ἔστιν ἰδεῖν. ἐπὶ Μαρίας γὰρ λαμβάνεται ἡ λέξις, καὶ περὶ τῆς ἐκκλησίας ἔσται μοι τοῦτο λέγον «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ὁ δὲ ἅγιος ἀπόστολός φησι «τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν». καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν· ὅτι ἐπὶ μὲν τῷ Ἀδὰμ «ἔπλασε» λέγων, ἐπὶ δὲ τῇ Εὔᾳ οὐκέτι πεπλάσθαι λέγων, ἀλλ' «οἰκοδομεῖσθαι». «ἔλαβε» γάρ φησι «μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ᾠκοδόμησεν αὐτῷ εἰς γυναῖκα», ἵνα δείξῃ τὸν μὲν κύριον ἀπὸ Μαρίας ἀναπλάσαντα ἑαυτῷ σῶμα, ἀπ' αὐτῆς δὲ τῆς πλευρᾶς οἰκοδομηθῆναι ἐκκλησίαν, ἐν τῷ νυχθῆναι αὐτοῦ τὴν πλευρὰν καὶ τὰ μυστήρια τοῦ αἵματος καὶ ὕδατος ἐν ἡμῖν λύτρα γενέσθαι. 20. Ἀλλ' ὅμως ἔγνω τὴν Μαρίαν ὁ Ἰωσήφ, οὐ κατὰ γνῶσίν τινα χρήσεως, οὐ κατὰ γνῶσιν κοινωνίας, ἀλλ' ἔγνω αὐτήν, τιμῶν τὴν ἐκ θεοῦ τετιμημένην. οὐ γὰρ ᾔδει αὐτὴν τοιαύτης δόξης οὖσαν, ἕως ὅτε εἶδε κύριον ἐκ γυναικὸς γεγεννημένον. καὶ τὸ «πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα», ἵνα μή ποτε κρατήσῃ ὁ λόγος τῶν νομιζόντων ἐκ κοινωνίας ἀνδρὸς εἶναι τὸ ἐκ τοῦ θεοῦ οἰκονομηθὲν μυστήριον. ἔλεγε γάρ, πρὶν ἢ τοῦτο γενέσθαι ὅπερ προσεδοκᾶτο. οὐ γέγονε δὲ τοῦτο τὸ πρᾶγμα. εἰ γὰρ καὶ προσεδοκᾶτο ἡ παρθένος τῷ Ἰωσὴφ εἰς συνάφειαν, ὡς οὐδὲ ἐπεδέχετο διὰ τὸ γηραλέον, ὅμως προλαμβάνει ἡ γραφὴ καὶ ἡμῖν ὑποτίθεται καὶ τὴν διάνοιαν ἐπασφαλίζεται, δυνατῆς οὔσης τῆς ὑποθέσεως κατὰ τὸν θεῖον τόκον, τοῦ πεῖσαι ἡμᾶς μηκέτι ἐξεῖναι ἐγγίζειν ἀνδρὶ πρὸς συνάφειαν τῇ παρθένῳ, ὡς καὶ ὁ ἄγγελος τὸν Ἰωσὴφ ἔπεισε μὴ εἶναι τὴν ὑπόνοιαν ἥνπερ αὐτὸς ἐνόμιζεν. ὅμοιον γὰρ τῷ προρρηθέντι «πρὶν ἢ συνελθεῖν αὐτούς», ὡς προσδοκωμένου, οὐ γενομένου δέ, τὸ «δίκαιος ὢν ἐζήτει μὴ παραδειγματίσαι αὐτήν, ἀλλὰ λάθρᾳ ἀπολῦσαι αὐτήν», ὡς