577
φαύλου μὲν γινομένου ἀπὸ τοῦ παραδειγματίσαι αὐτήν, οὐ γενομένου δέ· ὡς ὁ ἄγγελος διδάσκει λέγων «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν 3.471 γυναῖκά σου», τὴν μηδέπω γενομένην, καὶ εἰ ἐν ὑπονοίᾳ σφάλματος παρὰ σοί ἐστιν, ἀλλ' οὐδὲ οὕτως οὖσαν ὡς οἴει, καὶ τὰ ἑξῆς. εὐθὺς γὰρ ἀκολούθως λέγει «τὸ γὰρ γεννηθὲν ἐν αὐτῇ», ὡς ἤδη γεγεννημένου, πάλιν δὲ τὸ «τέξεται υἱόν» ὡς ἐπὶ μέλλοντος· οὕτως γὰρ ἦν. διὰ δὲ τὸ πεπιστῶσθαι ἡ προαναφώνησις, ὡς καὶ τὸ «πρὶν ἢ συνελθεῖν» * ἀρκούμενοι ὅτι οὐδ' ὅλως γεγένηται. «ἕως ὅτου ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» τοῖς αὐτοῖς ἐστιν ἑρμηνευόμενον, διὰ τὸ θαυμαστὸν τῆς περὶ τὴν παρθένον γνώσεως τὴν πρὸς θεὸν τετιμημένην. 21. Μὴ νομίσῃ δέ τις ἐκ τοῦ λέγειν «πρὸ τοῦ συνελθεῖν αὐτούς» ὅτι μετέπειτα συνῆλθον· οὐδὲ γὰρ ἔχει τις δεῖξαι ἢ σημᾶναι· ἀλλ' ἵνα δείξῃ ἄχραντον τὴν κύησιν τοῦ σωτῆρος, τοῦτο ἡ γραφὴ ἐπεβεβαιώσατο. τὸ οὖν «οὐκ ἔγνω αὐτήν» διὰ τὴν δόξαν· τὸ δὲ πρωτότοκον, ἐπειδὴ πρωτότοκός ἐστι πρὶν ἢ τὰς κτίσεις εἶναι καὶ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς», κατὰ τὸν ἀπόστολον, οὐ κατὰ τὸν ἀπὸ Μαρίας τοκετόν, ὡς ἄλλων υἱῶν ἀπ' αὐτῆς ὄντων, ἀλλ' ἐν τοῖς καταξιωθεῖσι λαβεῖν δι' αὐτοῦ τὴν υἱοθεσίαν, ὅτε υἱὸς αὐτῆς γέγονεν ἀληθῶς κατὰ σάρκα, ἵνα μὴ δόκησις ὑποληφθείη. ἀλλὰ καὶ πρωτότοκος καὶ υἱὸς αὐτῆς τῆς παρθένου, οὐ διὰ τὸ αὐτὴν ἄλλους υἱούς, ὡς ἔφην, ἔχειν. ὅμοιον γάρ ἐστι τοῦτο τῷ πρώτῳ τῷ πρὸ τῆς ἐνδημίας. ὁ γὰρ πρωτότοκος ὢν ἀληθῶς πατρὸς ἄνω πρὸ πάσης κτίσεως οὐκ ἀπὸ τοῦ ἄλλους μετ' αὐτὸν ἐκ πατρὸς γεγεννῆσθαι λέγεται πρωτότοκος. οὐ γάρ ἐστιν αὐτῷ ἀδελφὸς δεύτερος, διότι μονογενής. οὕτω καὶ ἐπὶ τῆς ἐνσάρκου παρουσίας ἀεὶ καὶ πρωτότοκός ἐστι Μαρίας, ἀλλὰ μονογενὴς τῇ Μαρίᾳ πέφυκε, μὴ ἔχων δεύτερον ἀδελφὸν ἀπ' αὐτῆς. καὶ παύσωνται οἱ καθ' ἑαυτῶν μεμηχανημένοι τὰ βλαβερὰ μᾶλλον ἤπερ τὰ πρὸς ὠφέλειαν. μὴ μή, παρακαλῶ. ὁ τιμῶν κύριον τιμᾷ καὶ ἅγιον σκεῦος, ὁ δὲ ἀτιμάζων ἅγιον σκεῦος ἀτιμάζει καὶ τὸν ἑαυτοῦ δεσπότην. ἔστω Μαρία παρ' ἑαυτῇ ἡ ἁγία παρθένος, τὸ ἅγιον σκεῦος. ταῦτα γὰρ τὰ πρὸς βλάβην ἐπινοηθέντα ἡμᾶς οὐκ ὠφελεῖ· ἡμᾶς δὲ δεῖ σεμνότερον διανοεῖσθαι, ἵνα μὴ ὑψαυχενίαν κτησώμεθα ἢ διχόνοιαν ἢ περιττολογίαν. περὶ παντὸς γὰρ ἀργοῦ λόγου λόγον δώσομεν, κατὰ τὸ γεγραμμένον· διὸ ἑαυτοὺς μεριμνήσωμεν, τὰ ἑαυτῶν ἐπισκε3.472 ψώμεθα, μὴ τὰ ἑαυτῶν εἰς τοὺς ἁγίους ῥίψωμεν, μὴ ἀφ' ἑαυτῶν τὰ τῶν ἁγίων διασκεψώμεθα. 22. Πάντως γὰρ βιαζόμενοί τινες καὶ ἐπὶ τὸ λαγνίστερον τρεπόμενοι καὶ ἐν αὑτοῖς ἔχοντες φθοριμαίαν ὑπόνοιαν βούλονται καὶ τοὺς ἁγίους χραίνειν, εἰς εὔλογον ἀπολογίαν τῆς ἑαυτῶν κακῆς καὶ ἀσθενοῦς ὑπονοίας· πρὸς οὓς ὁ ἀπόστολός φησιν «ἤθελον μὲν πάντας εἶναι ὡς ἐμαυτόν». τὸ δὲ ἐμαυτὸν πῶς ἄρα λέγει ἀλλ' ἢ διὰ τὸ ἁγνεύειν; «διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω». ὑπεξῃρέθη δὲ ἡ ἀντωνυμία. ἐλεγκτικῶς γὰρ εἶπε καὶ ἐπιστρεφέστερον. εἶχε γὰρ εἰπεῖν, διὰ τὰς πορνείας ὑμῶν. τὸ ὑμῶν τοίνυν περιεῖλεν, ἵνα μὴ δόξῃ εἰς ὕβριν τινῶν τοῦτο εἰρηκέναι. ἐρρέθη δὲ εἰς κατάκρισίν τινων τῶν μὴ θελόντων θεῷ σχολάζειν μετὰ τὸ κατὰ τὸν νόμον βιοῦν καὶ εὐλόγως ἐπιγνῶναι τὸ αὐτῶν σκεῦος εἰς παιδοποιίαν, ὡς καὶ οἱ παλαιοὶ πατέρες ἡμῶν τούτῳ τῷ εἴδει κέχρηνται· ὡς καί που εὑρήκαμεν λέγουσαν τὴν γραφήν «Ῥεβέκκα δὲ ἐξ ἑνὸς κοίτην ἔχουσα». τὸ «δὲ ἐξ ἑνός» εἰπὼν σεμνότερον μὲν διηγήσατο, ἔδειξε δὲ τὴν σύλληψιν δικαίαν οὖσαν· μετὰ γὰρ τὸ ἐσχηκέναι τέκνα δείκνυσι μηκέτι τῇ γυναικὶ αὐτὸν συναφθέντα. Ἀλλ' ἐπειδήπερ ῥᾴδιον καὶ εὐχερές ἐστιν ἐπὶ τὰ φαῦλα μᾶλλον τρέπεσθαι τὴν διάνοιαν ἤπερ ἐπὶ τὰ ἀναγκαῖα, ὀλισθηροῦ ὄντος τοῦ ἡμετέρου ἀνθρωπίνου λογισμοῦ, καὶ οὐ τάχιον εὐθύνοντος αὐτοῦ τὴν ὁρμὴν ἐπὶ τὴν εὐθεῖαν ὁδὸν τοῦ κυρίου, ἀλλὰ κλίνοντος πῆ μὲν ἐπὶ τὰ δεξιά, πῆ δὲ ἐπὶ τὰ ἀριστερὰ καὶ βαρέως πληροῦντος τὸ παρὰ τῷ Σαλομῶντι εἰρημένον «μὴ κλίνῃς