578
ἐπὶ τὰ δεξιά, μηδὲ ἐπὶ τὰ ἀριστερά», πάλιν ἄλλως ἡμῖν στρεφομένης τῆς κακίας περὶ τοὺς αὐτοὺς λογισμοὺς καὶ ὠθούσης ἡμῶν τὸ σῶφρον ἐφ' ἑτέρας πάλιν ὁδοὺς βαδίζειν, ἀσφαλισώμεθα οὖν μή πως τὸ περισσοτέρως ἐγκωμιάσαι τὴν παρθένον γένηταί τινι εἰς ἄλλο πρόσκομμα φαντασίας. 23. Οἱ μὲν γὰρ εἰς τὸν υἱὸν βλασφημοῦντες, καθάπερ μοι ἄνω προδεδήλωται, φύσει ἀπαλλοτριοῦν αὐτὸν τῆς τοῦ πατρὸς θεότητος ἐφιλοτιμήσαντο· ἄλλοι δὲ πάλιν ἑτέρως φρονήσαντες, ὡς δῆθεν τιμῆσαι περισσοτέρως προαχθέντες, τὸν αὐτὸν εἶναι πατέρα εἶπον καὶ τὸν αὐτὸν υἱὸν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα· ἔστι δὲ τοῖς μέρεσιν ἀμφοτέροις ἀνίατος ἡ πληγή. οὕτω περὶ τῆς ἁγίας ταύτης καὶ μακαρίτιδος ἀειπαρθένου οἱ μὲν ἐξυβρίσαι τετολμήκασιν, ὡς συναφθεῖσαν αὐτὴν σαρκὶ 3.473 μετὰ τὴν μεγίστην ἐκείνην καὶ ἀκραιφνῆ οἰκονομίαν τοῦ κυρίου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. καὶ ἔστι τοῦτο πάσης μοχθηρίας δυσσεβέστατον. ὡς δὲ τοῦτό φαμεν τεθαυμακέναι ἐνηχηθέντες τινὰς οὕτω τετολμηκέναι ῥᾴστως ἐπιδοῦναι ἑαυτοὺς τῇ ἁμαρτίᾳ, οὕτω καὶ τὸ ἕτερον τεθαυμάκαμεν πάλιν ἀκηκοότες· ἄλλους γὰρ πάλιν ἀκηκόαμεν ἀφραίνοντας εἰς τὴν ὑπὲρ τῆς αὐτῆς ἁγίας ἀειπαρθένου ὑπόθεσιν ἀντὶ θεοῦ ταύτην παρεισάγειν ἐσπουδακότας καὶ σπουδάζοντας, καὶ ἐν ἐμβροντήσει τινὶ καὶ φρενοβλαβείᾳ φερομένους. διηγοῦνται γὰρ ὥς τινες γυναῖκες ἐκεῖσε ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῶν μερῶν τῆς Θρᾴκης τοῦτό γε τὸ κενοφώνημα ἐνηνόχασιν, ὡς εἰς ὄνομα τῆς ἀειπαρθένου κολλυρίδα τινὰ ἐπιτελεῖν καὶ συνάγεσθαι ἐπὶ τὸ αὐτὸ καὶ εἰς ὄνομα τῆς ἁγίας παρθένου ὑπὲρ τὸ μέτρον τι πειρᾶσθαι, ἀθεμίτῳ τε καὶ βλασφήμῳ ἐπιχειρεῖν πράγματι καὶ εἰς ὄνομα αὐτῆς ἱερουργεῖν διὰ γυναικῶν· ὅπερ τὸ πᾶν ἐστιν ἀσεβὲς καὶ ἀθέμιτον, ἠλλοιωμένον ἀπὸ τοῦ κηρύγματος τοῦ ἁγίου πνεύματος· ὥστε εἶναι τὸ πᾶν διαβολικὸν ἐνέργημα καὶ πνεύματος ἀκαθάρτου διδασκαλίαν. πληροῦται γὰρ καὶ ἐπὶ τούτους τὸ «ἀποστήσονταί τινες τῆς ὑγιοῦς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων». ἔσονται γάρ φησι «νεκροῖς λατρεύοντες» ὡς καὶ ἐν τῷ Ἰσραὴλ ἐσεβάσθησαν. καὶ ἡ τῶν ἁγίων κατὰ καιρὸν εἰς θεὸν δόξα ἄλλοις γέγονε τοῖς μὴ ὁρῶσι τὴν ἀλήθειαν εἰς πλάνην. Ἐν γὰρ Σικίμοις, τουτέστιν ἐν τῇ νυνὶ Νεαπόλει, θυσίας οἱ ἐπιχώριοι τελοῦσιν εἰς ὄνομα τῆς Κόρης, δῆθεν ἐκ προφάσεως τῆς θυγατρὸς Ἰεφθάε, τῆς ποτὲ προσενεχθείσης τῷ θεῷ εἰς θυσίαν· καὶ τοῖς ἠπατημένοις τοῦτο γέγονεν εἰς βλάβην εἰδωλολατρείας καὶ κενολατρείας. ἀλλὰ καὶ τὴν θυγατέρα τοῦ Φαραώ, τιμήσασαν τὸν δοῦλον τοῦ θεοῦ Μωυσέα, ἀνελομένην τε καὶ ἀναθρέψασαν, διὰ τὸ περίφημον τότε τοῦ παιδίου ὑπὲρ τὸ δέον τιμήσαντες Αἰγύπτιοι ἀντὶ θεοῦ, καὶ τοῦτο εἰς κακὴν παράδοσιν τοῖς ἀνοήτοις παρέδωκαν εἰς θρησκείαν. καὶ προσκυνοῦσι τὴν Θέρμουτιν τὴν θυγατέρα τοῦ Ἀμενώφ, ἕως τότε 3.474 Φαραώ, ἐπειδὴ ὡς προεῖπον ἀνέθρεψε τὸν Μωυσέα. καὶ πολλὰ τοιαῦτα ὅμοια γέγονεν ἐν κόσμῳ εἰς πλάνην τῶν ἠπατημένων, οὐ τῶν ἁγίων αἰτίων ὄντων τισὶν εἰς πρόσκομμα, τῆς δὲ διανοίας τῶν ἀνθρώπων μὴ ἠρεμούσης, ἀλλ' ἐπὶ τὰ πονηρὰ ἐκτρεπομένης. ἤτοι γὰρ ἀπέθανεν ἡ ἁγία παρθένος καὶ τέθαπται-ἐν τιμῇ αὐτῆς ἡ κοίμησις καὶ ἐν ἁγνείᾳ ἡ τελευτὴ καὶ ἐν παρθενίᾳ ὁ στέφανος· ἤτοι ἀνῃρέθη, καθὼς γέγραπται «καὶ τὴν ψυχὴν αὐτῆς διελεύσεται ῥομφαία»-ἐν μάρτυσιν αὐτῆς τὸ κλέος καὶ ἐν μακαρισμοῖς τὸ ἅγιον αὐτῆς σῶμα, δι' ἧς φῶς ἀνέτειλε τῷ κόσμῳ· ἤτοι δὲ ἔμεινε· καὶ γὰρ οὐκ ἀδυνατεῖ τῷ θεῷ πάντα ποιεῖν ὅσαπερ βούλεται· τὸ τέλος γὰρ αὐτῆς οὐδεὶς ἔγνω-πέρα τοῦ δέοντος οὐ χρὴ τιμᾶν τοὺς ἁγίους, ἀλλὰ τιμᾶν τὸν αὐτῶν δεσπότην. παυσάσθω τοίνυν ἡ πλάνη τῶν πεπλανημένων. οὔτε γὰρ θεὸς ἡ Μαρία οὔτε ἀπ' οὐρανοῦ ἔχουσα τὸ σῶμα, ἀλλ' ἐκ συλλήψεως ἀνδρὸς καὶ γυναικός, κατ' ἐπαγγελίαν δέ, ὥσπερ ὁ Ἰσαάκ, οἰκονομηθεῖσα. καὶ μηδεὶς εἰς ὄνομα ταύτης προσφερέτω· ἑαυτοῦ γὰρ τὴν ψυχὴν ἀπόλλει, μήτε πάλιν