579
ἐμπαροινείτω ἐξυβρίζων τὴν ἁγίαν παρθένον. μὴ γὰρ γένοιτο, οὐ συνήφθη σαρκὶ μετὰ τὴν κύησιν, οὐδὲ πρὸ τῆς κυήσεως τοῦ σωτῆρος. 24. Καὶ ταῦτα μὲν τὰ ὀλίγα εἰς ἑαυτοὺς διασκοπήσαντες ἐγράψαμεν τοῖς βουλομένοις καταμαθεῖν τῆς γραφῆς τὴν ἀλήθειαν καὶ μὴ μάτην παροινεῖν τοῖς λόγοις καὶ βλάσφημόν τινα ἑαυτοῖς ἐξοπλίζεσθαι γλῶτταν. εἰ δὲ βούλονταί τινες ἀντέχεσθαι οὐδὲ καταδέχεσθαι τὰ ἐπωφελῆ, ἀλλὰ μᾶλλον τἀναντία, καὶ ἀφ' ἡμῶν τῶν εὐτελῶν ἔσται ῥητέον τὸ «ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω», μή τις τοῖς ἀποστόλοις «κόπον παρεχέτω», μήτε ἡμῖν μηκέτι. ἃ γὰρ ᾔδειμεν σεμνότερα καὶ ἐπωφελῆ τῇ ἐκκλησίᾳ, ταῦτα περὶ τῆς ἁγίας παρθένου εἰρήκαμεν, συνηγοροῦντες τῇ κατὰ πάντα κεχαριτωμένῃ, ὡς εἶπεν ὁ Γαβριήλ «χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ». εἰ δὲ ὁ κύριος μετ' αὐτῆς, πῶς ἔσται ἐν συζυγίᾳ ἑτέρᾳ; πῶς δὲ σαρκὶ πλησιάζουσα ἔσται, ὑπὸ κυρίου φυλαττομένη; οἱ ἅγιοι ἐν τιμῇ, ἡ ἀνάπαυσις αὐτῶν ἐν δόξῃ, ἡ ἀπεντεῦθεν αὐτῶν ἐκδημία ἐν τελειότητι, ὁ κλῆρος αὐτῶν ἐν μακαριότητι, ἐν μοναῖς ἁγίαις, ὁ χορὸς μετ' ἀγγέλων, ἡ δίαιτα ἐν οὐρανῷ, τὸ πολίτευμα ἐν θείαις γραφαῖς, τὸ κλέος ἐν τιμῇ ἀσυνεικάστῳ 3.475 καὶ διηνεκεῖ, τὰ βραβεῖα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν. Προσαγορεύουσιν ὑμᾶς πάντες οἱ ἀδελφοί, προσείπατε δὲ καὶ αὐτοὶ πάντας τοὺς παρ' ὑμῖν ἀδελφοὺς πιστοὺς ὀρθοδόξους, στυγοῦντας ὑπερηφανίαν, μισοῦντας κοινωνίαν Ἀρειανῶν καὶ Σαβελλιανῶν ἐρεσχελίαν, τιμῶντας δὲ ὁμοουσίως τὴν τριάδα, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν καὶ θεότητα μίαν καὶ ἁπαξαπλῶς μίαν δοξολογίαν, καὶ μὴ σφαλλομένους περὶ τὴν τοῦ σωτῆρος ἡμῶν σωτήριον οἰκονομίαν καὶ ἔνσαρκον παρουσίαν, ἀλλὰ πιστεύοντας τελείως τὴν Χριστοῦ ἐνανθρώπησιν, τέλειον θεόν, τέλειον τὸν αὐτὸν ἄνθρωπον χωρὶς ἁμαρτίας, λαβόντα αὐτὸ τὸ σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν λαβόντα καὶ νοῦν καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος χωρὶς ἁμαρτίας, οὐ δύο ὄντα, ἀλλ' ἕνα κύριον, ἕνα θεόν, ἕνα βασιλέα, ἕνα ἀρχιερέα, θεὸν καὶ ἄνθρωπον, ἄνθρωπον καὶ θεόν, οὐ δύο, ἀλλ' ἕνα, συνενωθέντα οὐκ εἰς σύγχυσιν, οὐδ' εἰς ἀνυπαρξίαν, ἀλλ' εἰς μεγάλην χάριτος οἰκονομίαν. ἔρρωσθε. Τῷ δὲ τῆς ἐπιστολῆς ἀντιγράφῳ ἀρκεσθέντες καλῶς ἔχοντι, πρὸς τὴν τούτων ἀντίθεσιν ἕως ὧδε ἱκανῶς ἔχειν δοκιμάζοντες καὶ ταύτην ἐν θεῷ ὑπερβεβηκότες ὡς ἑρπετὸν ἀπὸ ὀπῆς προκῦψαν, διὰ συνετῆς θεοῦ διδασκαλίας τε καὶ δυνάμεως, τῆς ὡς στύρακος πνεούσης εὐοδμίαν ἐν κόσμῳ ἐπ' ἀρετῇ * καὶ ἁγίων παίδων τῆς παρθενίας, ἀπὸ Μαρίας ἀρξαμένης τῆς ἁγίας διὰ τοῦ ἐξ αὐτῆς φῶς τῷ κόσμῳ ἀνατείλαντος, διελέγξαντες καὶ τὸν κακὸν ἰὸν τῆς ἑρπετώδους μοχθηρίας αὐτῶν ἐπιδείξαντες, ἐπὶ τὰς ἑτέρας πάλιν βαδίσωμεν εἰς τελείωσιν τῆς πάσης ἐν θεῷ πραγματείας. - - - Κατὰ Κολλυριδιανῶν τῶν τῇ Μαρίᾳ προσφερόντων ˉνˉθ, τῆς δὲ ἀκολουθίας ˉοˉθ. 1. Ἑξῆς δὲ ταύτῃ ἄλλη εἰς φήμην πέφηνεν αἵρεσις, περὶ ἧς ἤδη ὑπεμνήσαμεν ὀλίγα ἐν τῇ πρὸ ταύτης, διὰ τῆς εἰς Ἀραβίαν γραφείσης ἐπιστολῆς τῆς περὶ τῆς Μαρίας ἐχούσης. καὶ αὐτὴ δὲ ἡ αἵρεσις πάλιν ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῆς Θρᾴκης καὶ τῶν ἄνω μερῶν τῆς Σκυθίας ἀνεδείχθη 3.476 καὶ εἰς ἡμῶν ἀκοὰς ἀνηνέχθη· ἥτις ἐστὶ καὶ αὐτὴ γελοῖος καὶ χλεύης ἔμπλεως παρὰ τοῖς συνετοῖς εὑρισκομένη. ἀρξώμεθα γοῦν περὶ αὐτῆς φρᾶσαι καὶ τὰ κατ' αὐτὴν διηγήσασθαι· εὐηθείας γὰρ μᾶλλον κριθήσεται ἤπερ συνέσεως αὕτη, καθὼς καὶ ἄλλαι ὅμοιαι ταύτῃ ἦσαν. ὡς γὰρ ἄνω πολὺ διὰ τῆς πρὸς Μαρίαν ὕβρεως οἱ δόξαντες ταῦτα ὑπονοεῖν βλαβερὰς ὑπονοίας ἐνσπείρουσι λογισμοῖς ἀνθρώπων, οὕτω καὶ οὗτοι ἐπὶ τὸ ἕτερον μέρος κλίναντες ἐν ἀκρότητι βλάβης καταλαμβάνονται, ὅπως κἀκεῖνο τὸ παρά τισι τῶν ἔξωθεν φιλοσόφων ᾀδόμενον καὶ ἐν αὐτοῖς πληρωθήσεται ἐν τῷ λέγειν, αἱ ἀκρότητες ἰσότητες. ἴση γὰρ ἐπ' ἀμφοτέραις ταύταις ταῖς αἱρέσεσιν ἡ βλάβη, τῶν μὲν