580
κατευτελιζόντων τὴν ἁγίαν παρθένον, τῶν δὲ πάλιν ὑπὲρ τὸ δέον δοξαζόντων. οὗτοι γὰρ οἱ τοῦτο διδάσκοντες τίνες εἰσὶν ἀλλ' ἢ γυναῖκες; γυναικῶν γὰρ τὸ γένος εὐόλισθον, σφαλερὸν δὲ καὶ ταπεινὸν τῷ φρονήματι. καὶ αὐτόθι γὰρ ἔδοξεν ἀπὸ γυναικῶν ὁ διάβολος ἐξεμεῖν, ὡς καὶ ἄνω παρὰ Κυϊντίλλῃ καὶ Μαξιμίλλῃ καὶ Πρισκίλλῃ περιγέλαστα τὰ διδάγματα, οὕτω καὶ ἐνταῦθα. τινὲς γὰρ γυναῖκες κουρικόν τινα κοσμοῦσαι ἤτοι δίφρον τετράγωνον, ἁπλώσασαι ἐπ' αὐτὸν ὀθόνην, ἐν ἡμέρᾳ τινὶ φανερᾷ τοῦ ἔτους ἐν ἡμέραις τισὶν ἄρτον προτιθέασι καὶ ἀναφέρουσιν εἰς ὄνομα τῆς Μαρίας, αἱ πᾶσαι δὲ ἀπὸ τοῦ ἄρτου μεταλαμβάνουσιν, ὡς ἐν αὐτῇ τῇ εἰς τὴν Ἀραβίαν ἐπιστολῇ γράφοντες ἐκ μέρους περὶ τούτου διελέχθημεν. νῦν δὲ σαφῶς τὰ περὶ αὐτῆς λέξομεν, καὶ τὰς κατ' αὐτῆς ἀνατροπὰς θεὸν αἰτησάμενοι κατὰ τὸ δυνατὸν παραθησόμεθα, ὅπως τῆς εἰδωλοποιοῦ ταύτης αἱρέσεως τὰς ῥίζας ἐκτεμόντες ἀπό τινων τὴν τοιαύτην λύσσαν καταλῦσαι ἐν θεῷ δυνηθῶμεν. 2. Ἄγε τοίνυν, θεοῦ δοῦλοι, ἀνδρικὸν φρόνημα ἐνδυσώμεθα, γυναικῶν δὲ τούτων τὴν μανίαν διασκεδάσωμεν. τὸ πᾶν γὰρ θήλεος ἡ ὑπόνοια καὶ Εὔας πάλιν τῆς ἀπατωμένης τὸ νόσημα, μᾶλλον δ' ἔτι τοῦ ὄφεως τοῦ ἐρεθιστικοῦ θηρὸς καὶ τοῦ λαλήσαντος ἐν αὐτῇ ἡ τῆς πλάνης ὑπόσχεσις, μηδὲν ὑγιὲς εἰς μέσον φέρουσα οὐδὲ τὰ ὑπισχνούμενα τελειοῦσα ἀλλ' ἢ μόνον θάνατον ἀπεργαζομένη, τὰ μὴ ὄντα ὡς ὄντα καλοῦσα καὶ διὰ τῆς ὁράσεως τοῦ ξύλου παρακοὴν ἐργαζομένη καὶ ἀποστροφὴν ἀπ' αὐτῆς τῆς ἀληθείας διὰ τοῦ ἐπὶ πολλὰ τρέπεσθαι. νομίζειν δὲ ἔσται ὁποῖα 3.477 ὁ ἀπατεὼν ἔσπειρε λέγων «ἔσεσθε ὡς θεοί», οὕτω καὶ τούτων τὸ φρόνημα κεπφούμενον τῇ τοῦ προειρημένου θηρὸς ἐπάρσει, ἐφ' ᾗ φύσει πάλιν τὸν θάνατον ἐργάζεται, ὡς καὶ πολλάκις εἶπον. πρῶτον μὲν γὰρ εὐθὺς διασκοπεῖν μέλλοντι ἀπ' αἰῶνος καὶ δεῦρο, τίνι οὐ σαφές ἐστιν ὅτι δαιμόνων ἐστὶ τὸ δίδαγμα καὶ σχῆμα καὶ ἠλλοιωμένον τὸ ἐπιχείρημα; θεῷ μὲν ἀπ' αἰῶνος οὐδαμῶς γυνὴ ἱεράτευσεν, οὐκ αὐτὴ Εὔα, καίτοι γε ἐν παρεκβάσει γενομένη, ἀλλ' οὐκ ἐτόλμησεν ἔτι ἀσεβὲς τοιοῦτον ἀποτελέσαι ἐπιχείρημα· οὐ μία τῶν ταύτης θυγατέρων, καίτοι γε τοῦ Ἄβελ εὐθὺς ἱερουργήσαντος θεῷ καὶ τοῦ Κάϊν θύσαντος ἐνώπιον κυρίου θυσίας, ἀλλ' οὐ προσδεδεγμένας, Ἐνώχ τε εὐαρεστήσαντος καὶ μετατεθέντος, Νῶε δὲ προσενέγκαντος ἐκ τῶν τῆς κιβωτοῦ περισσευμάτων εὐχαριστηρίους προσφορὰς κυρίῳ, εὐγνώμονος διαθέσεως ὑποδεικνύοντος τεκμήριον, ὁμολογοῦντος τὴν χάριν τῷ σεσωκότι. Ἀβραὰμ δὲ ὁ δίκαιος ἱερουργεῖ θεῷ, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ Ἰσαὰκ θεῷ εὐάρεστος εὑρίσκεται, καὶ Ἰακὼβ κατὰ δύναμιν προσήνεγκεν ἐπὶ τοῦ λίθου, ἀπὸ τοῦ φακοῦ ἐπιχέας ἔλαιον. οἱ τούτου δὲ υἱεῖς· Λευὶς μὲν εὑρίσκεται καθεξῆς ἱερωσύνην ἀναδεδεγμένος· ἐξ αὐτοῦ δὲ τοῦ γένους οἱ τὸ ἱερατικὸν τάγμα ἀναδεδεγμένοι, φημὶ δὲ Μωυσῆς ὁ προφήτης καὶ ἱεροφάντωρ, Ἀαρών τε καὶ οἱ τούτου παῖδες, Ἐλεάζαρ τε καὶ Φινεὲς καὶ Ἰθάμαρ ὁ τούτου ἔκγονος. καὶ τί μοι τὰ πλήθη λέγειν τῶν ἱερουργησάντων θεῷ ἐν παλαιᾷ διαθήκῃ; ὡς Ἀχιτὼβ εὑρίσκεται ἱερουργῶν, οἵ τε Κορῖται καὶ οἱ Γερσωνῖται καὶ Μεραρῖται, τὴν Λευιτικὴν πεπιστευμένοι τάξιν, ὅ τε οἶκος Ἠλεὶ καὶ οἱ μετ' αὐτὸν οἱ ἀπὸ τῆς συγγενείας αὐτοῦ ἐν τῷ οἴκῳ Ἀβιμέλεχ καὶ Ἀβιάθαρ, Χελκίας τε καὶ Βουζεί, ἄχρι Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, Ἔσδρα τε τοῦ ἱερέως καὶ τῶν ἄλλων. καὶ οὐδαμοῦ γυνὴ ἱεράτευσεν. 3. Ἐλεύσομαι δὲ καὶ εἰς τὴν καινὴν διαθήκην. εἰ ἱερατεύειν γυναῖκες θεῷ προσετάσσοντο ἢ κανονικόν τι ἐργάζεσθαι ἐν ἐκκλησίᾳ, ἔδει μᾶλλον αὐτὴν τὴν Μαρίαν ἱερατείαν ἐπιτελέσαι ἐν καινῇ διαθήκῃ, τὴν καταξιωθεῖσαν ἐν κόλποις ἰδίοις ὑποδέξασθαι τὸν παμβασιλέα, θεὸν ἐπουράνιον, υἱὸν τοῦ θεοῦ, ἧς ἡ μήτρα ναὸς γενομένη καὶ κατοικητήριον εἰς τὴν τοῦ κυρίου ἔνσαρκον οἰκονομίαν κατὰ φιλανθρωπίαν θεοῦ καὶ ἔκπληκτον μυστήριον ἡτοιμάσθη. ἀλλ' οὐκ εὐδόκησεν. ἀλλ'