582
εὐαγγέλιον ἐπασφαλίζεται ἡμᾶς λέγον, αὐτοῦ τοῦ κυρίου φήσαντος ὅτι «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»· ἵνα γὰρ ἀπὸ τοῦ «γύναι, τί ἐμοὶ καὶ σοί» μή τινες νομίσωσι περισσότερόν τι εἶναι τὴν ἁγίαν παρθένον, γυναῖκα ταύτην κέκληκεν, ὡς προφητεύων, τῶν μελλόντων ἔσεσθαι ἐπὶ τῆς γῆς σχισμάτων τε καὶ αἱρέσεων χάριν, ἵνα μή τινες ὑπερβολῇ θαυμάσαντες τὴν ἁγίαν εἰς τοῦτο ὑποπέσωσι τῆς αἱρέσεως τὸ ληρολόγημα. 5. Χλεύης γάρ ἐστι τὸ πᾶν καὶ γραῶν ὁ μῦθος ὡς εἰπεῖν τῆς αἱρέσεως τὸ διήγημα. ποία δέ τις γραφὴ διηγήσατο περὶ τούτου; ποῖος προφητῶν ἐπέτρεψεν ἄνθρωπον προσκυνεῖσθαι, οὐ μὴν γυναῖκα λέγειν; ἐξαίρετον μὲν γάρ ἐστι τὸ σκεῦος, ἀλλὰ γυνή, καὶ οὐδὲν τὴν φύσιν παρηλλαγμένη, τὴν δὲ γνώμην καὶ τὴν αἴσθησιν ἐν τιμῇ τετιμημένη, ὥσπερ τὰ σώματα τῶν ἁγίων· καὶ εἴ τι περισσότερον πρὸς δοξολογίαν εἴποιμι, ὡς Ἠλίας ἐκ μητρὸς παρθένος καὶ οὕτω μένων εἰς τὸ διηνεκὲς καὶ ἀναλαμβανόμενος, θάνατον δὲ οὐχ ἑωρακώς· ὡς ὁ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος 3.480 τοῦ κυρίου ἀναπεσών, «ὃν ἠγάπα ὁ Ἰησοῦς»· ὡς Θέκλα ἡ ἁγία, καὶ Μαρία ἡ ἔτι ταύτης τιμιωτέρα δι' ἣν κατηξίωται οἰκονομίαν. ἀλλ' οὔτε Ἠλίας προσκυνητός, καίπερ ἐν ζῶσιν ὤν, οὔτε Ἰωάννης προσκυνητός, καίτοι γε διὰ ἰδίας εὐχῆς τὴν κοίμησιν αὑτοῦ ἔκπληκτον ἀπεργασάμενος, μᾶλλον δὲ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ἀλλ' οὔτε ἡ Θέκλα οὔτε τις τῶν ἁγίων προσκυνεῖται. οὐ γὰρ κυριεύσει ἡμῶν ἡ ἀρχαία πλάνη τοῦ καταλιμπάνειν τὸν ζῶντα καὶ προσκυνεῖν τὰ ὑπ' αὐτοῦ γεγονότα. «ἐλάτρευσαν γὰρ καὶ ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» καὶ «ἐμωράνθησαν». εἰ γὰρ ἀγγέλους προσκυνεῖσθαι οὐ θέλει, πόσῳ μᾶλλον τὴν ἀπὸ Ἄννης γεγεννημένην, τὴν ἐκ τοῦ Ἰωακεὶμ τῇ Ἄννᾳ δεδωρημένην, τὴν δι' εὐχῆς καὶ πάσης ἐπιμελείας κατὰ ἐπαγγελίαν πατρὶ καὶ μητρὶ δοθεῖσαν, οὐ μὴν ἑτέρως γεγεννημένην παρὰ τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλὰ καθὼς πάντες ἐκ σπέρματος ἀνδρὸς καὶ μήτρας γυναικός; εἰ γὰρ καὶ ἡ τῆς Μαρίας ἱστορία καὶ παραδόσεις ἔχουσιν ὅτι ἐρρέθη τῷ πατρὶ αὐτῆς Ἰωακεὶμ ἐν τῇ ἐρήμῳ ὅτι ἡ γυνή σου συνειληφυῖα, ἀλλ' οὐχ ὅτι ἄνευ συζυγίας τοῦτο ἐγένετο, οὐδὲ ὅτι ἄνευ σπέρματος ἀνδρός, ἀλλὰ τὸ μέλλον ἔσεσθαι προεθέσπιζεν ὁ ἄγγελος ἀποσταλείς, ἵνα μή τις γένηται δισταγμὸς διὰ τὸ ἐν ἀληθείᾳ γεγενημένον καὶ τὸ ἐκ θεοῦ ἤδη τεταγμένον καὶ τῷ δικαίῳ ἐπηγγελμένον. 6. Καὶ πάντη τὰς γραφὰς ὁρῶμεν ὡσαύτως διηγουμένας. Ἠσαΐας γὰρ προκηρύττει περὶ τῶν μελλόντων εἰς τὸν υἱὸν τοῦ θεοῦ πληροῦσθαι, λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». καὶ ἐπειδὴ παρθένος ἦν ἡ γεννήσασα καὶ θεὸς ὁ μεθ' ἡμῶν ἑρμηνευόμενος ὁ ἐν γυναικὶ κυϊσκόμενος, ἵνα μὴ ἐν δισταγμῷ ὑπονοίας τῷ προφήτῃ γένηται ἡ ἀλήθεια, ὁρᾷ ἐν ὁράσει καὶ διηγεῖται ἐκ πνεύματος ἁγίου ἀναγκαζόμενος ὁ προφήτης, καὶ φησί «καὶ εἰσῆλθε πρὸς τὴν προφῆτιν», διηγούμενος περὶ τῆς τοῦ Γαβριὴλ εὐαγγελικῆς εἰσόδου, ὃς ἀπεστάλη ὑπὸ θεοῦ διηγήσασθαι τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ εἴσοδον εἰς τὸν κόσμον καὶ γέννησιν ἀπὸ Μαρίας. «καὶ ἐν γαστρὶ ἔλαβε» φησί «καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με· κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» καὶ τὰ ἑξῆς. καὶ πάντα ταῦτα οὔπω ἦν τετε3.481 λεσμένα· ἤμελλε δὲ τοῦτο γίνεσθαι ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ πληροῦσθαι μετὰ χίλια ἔτη καὶ ἑξακόσια, πλείω ἐλάσσω. καὶ τὰ μετὰ τοσαύτας γενεὰς μέλλοντα γίνεσθαι ὡς ἤδη γενόμενα ἑώρα ὁ προφήτης. ἆρα ψεῦσμα ἦν; μὴ γένοιτο. ἀλλὰ ἀσφαλῶς τὸ παρὰ τοῦ θεοῦ οἰκονομηθὲν ὡς ἤδη τετελειωμένον ἐκηρύττετο, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀλήθεια, ἵνα μὴ εἰς δισταγμὸν ἔλθῃ ἐν ὑπονοίᾳ τοῦ προφήτου τὸ τοιοῦτον ἔκθαμβον καὶ ἔκπληκτον μυστήριον μέλλον ἔσεσθαι. ἢ οὐχ ὁρᾷς αὐτὸ τὸ