584
θροείτωσαν τὴν οἰκουμένην. μὴ λεγέτωσαν· «τιμῶμεν τὴν βασίλισσαν τοῦ οὐρανοῦ». οἶδε γὰρ Ταφνὰς ταύτας τιμωρεῖσθαι, οἴδασιν οἱ τόποι Μαγδούλων τούτων τὰ σώματα ὑποδέχεσθαι εἰς σῆψιν. μὴ πείθου, Ἰσραήλ, γυναικί, ἀνάκυπτε ἀπὸ κακῆς γυναικὸς συμβουλίας. «γυνὴ γὰρ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει». «ταύτης γὰρ οἱ πόδες τοὺς χρωμένους μετὰ τοῦ θανάτου ἄγουσιν εἰς τὸν Ἅιδην». «μὴ πρόσεχε φαύλῃ γυναικί. μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου». μὴ πείθου ταύτῃ τῇ γυναικὶ τῇ φαύλῃ. πᾶσα γὰρ αἵρεσις φαύλη γυνή, πλέον δὲ ἡ τῶν γυναικῶν αἵρεσις αὐτὴ καὶ ἡ τοῦ ἀπατήσαντος τὴν πρώτην γυναῖκα. τιμάσθω ἡ μήτηρ ἡμῶν Εὔα ὡς ἐκ θεοῦ πεπλασμένη, μὴ ἀκουέσθω δέ, ἵνα μὴ πείσῃ τὰ τέκνα φαγεῖν ἀπὸ τοῦ ξύλου καὶ ἐντολὴν παραβῆναι. μετανοείτω δὲ καὶ αὐτὴ ἀπὸ κενοφωνίας, ἐπιστρεφέτω αἰσχυνομένη καὶ φύλλα συκῆς ἐνδυομένη. κατανοείτω δὲ ἑαυτὸν καὶ ὁ Ἀδάμ, καὶ μηκέτι αὐτῇ πειθέσθω. ἡ γὰρ τῆς πλάνης πειθὼ καὶ γυναικὸς εἰς τὸ ἐναντίον συμβουλία θάνατον τῷ ἰδίῳ συζύγῳ ἐργάζεται, οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς τέκνοις. κατέστρεψε τὸ πλάσμα Εὔα διὰ τῆς παραβάσεως, ἐρεθισθεῖσα διὰ τῆς τοῦ ὄφεως φωνῆς καὶ ἐπαγγελίας, πλανηθεῖσα ἀπὸ τοῦ κηρύγματος καὶ ἐφ' ἑτέραν βαδίσασα διάνοιαν. 9. ∆ιὰ τοῦτο ὁ πάντων δεσπότης καὶ σωτὴρ βουλόμενος θεραπεῦσαι τὸ ἄλγος καὶ οἰκοδομῆσαι τὸ κατεστραμμένον καὶ διορθώσασθαι τὸ ἠλαττωμένον, ἐπειδὴ ἀπὸ γυναικὸς «ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν» κατελθὼν ἐκ γυναικὸς παρθένου αὐτὸς ἐγεννήθη, ἵνα τὸν θάνατον ἐκκλείσῃ καὶ τὸ ἐλλεῖπον πληρώσῃ καὶ τὸ ἠλαττωμένον τελειώσῃ. στρέφεται δὲ ἡμῖν πάλιν ἡ κακία, ἵνα τὸ ἐλάττωμα εἰς τὸν κόσμον προαγάγῃ. ἀλλ' οὔτε νέοι οὔτε γέροντες πείθονται τῇ γυναικὶ διὰ τὴν ἄνωθεν σωφροσύνην. οὐ πείθει ἡ Αἰγυπτία τὸν σώφρονα Ἰωσὴφ οὐδὲ παρεκτρέπει, καίτοι γε διὰ πολλῆς μηχανίας ἐργασαμένη τὸ δεινὸν πρὸς τὸν παῖδα τῆς συμβουλίας. ἀλλ' οὐ πείθεται ἄνθρωπος ἐκ πνεύματος ἁγίου λαβὼν τὴν φρόνησιν, οὐ τὸ σῶφρον ἀφανίζει, ἵνα μὴ τὴν εὐγένειαν κατευτελίσῃ. καταλιμπάνει τὰ ἱμάτια καὶ τὸ σῶμα οὐκ ἀπόλλυσιν. ἀποδιδράσκει 3.484 τὸν τόπον, ἵνα μὴ πέσῃ τῇ παγίδι· πρὸς καιρὸν τιμωρεῖται, ἀλλ' εἰς τὸν αἰῶνα βασιλεύει· ἐν δεσμωτηρίῳ βάλλεται, ἀλλ' αἱρετὸν ἐν φυλακῇ καταμένειν «καὶ ἐν γωνίᾳ ὑπαίθρου», «ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους». καὶ πόσα ἔστι λέγειν; ἤτοι γὰρ ὡς αὐτὴν προσκυνοῦντες τὴν Μαρίαν αὐτῇ προσφέρουσι τὴν κολλυρίδα αἱ ἀργαὶ αὗται γυναῖκες ἤτοι ὑπὲρ αὐτῆς προσφέρειν ἐπιχειροῦσι τὴν προειρημένην ταύτην σαθρὰν κάρπωσιν, τὸ πᾶν ἐστιν ἠλίθιον καὶ ἀλλότριον καὶ ἐκ δαιμόνων κινήσεως φρύαγμά τε καὶ ἀπάτη. Ἵνα δὲ μὴ παρεκτείνωμεν τὸν λόγον, ἀρκέσει τὰ εἰρημένα ἡμῖν. ἡ Μαρία ἐν τιμῇ, ὁ κύριος προσκυνείσθω. οὐδενὶ γὰρ ἐργάζονται οἱ δίκαιοι πλάνην. «ἀπείραστος γάρ ἐστιν ὁ θεὸς κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα», οὐδὲ οἱ αὐτοῦ δοῦλοι, πρὸς ἀπάτην. «ἕκαστος δὲ πειράζεται ἐκ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. εἶτα ἡ ἐπιθυμία τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκυεῖ θάνατον.» Ἱκανῶς δὲ ἔχειν περὶ πάντων τούτων νομίσαντες, ἀγαπητοί, καὶ ταύτην ὡς εἰπεῖν τὴν κανθαρίδα, τὴν τῷ εἴδει μὲν χρυσίζουσαν, πτερωτὴν δὲ ὡς εἰπεῖν καὶ πετομένην, ἰοβόλον οὖσαν καὶ δηλητήριον ἐν ἑαυτῇ κεκτημένην, τῷ λόγῳ τῆς ἀληθείας συντρίψαντες, ἐπὶ τὴν ἔτι μίαν περιλειφθεῖσαν ἴωμεν, πάλιν θεὸν ἐπικαλούμενοι παραστῆναι εἰς τὸ τὰ τῆς ἀληθείας ἰχνηλατεῖν μέρη καὶ κατὰ τῆς ἐναντιότητος τὴν ἀνατροπὴν τελείαν ἐργάσασθαι. - - - Κατὰ Μασσαλιανῶν, οἷς συνάπτονται Μαρτυριανοί, ἐξ Ἑλλήνων ὄντες, καὶ Εὐφημῖται καὶ Σατανιανοί, ˉξ, τῆς δὲ ἀκολουθίας ˉπ. 1. Κόρον οὐκ ἔχει ἡ ἀναισχυντία οὐδὲ πλησμονὴν ἡ ἀφροσύνη, ἀλλ' ἐπὶ