585
πάντα ἥπλωσεν ἑαυτῆς τὸν λογισμὸν καὶ κέχηνε τὸ στόμα, τοῦ λυμήνασθαι τὰ τοῦ Ἀδὰμ καὶ Νῶε σπέρματα, διαφόρως τὸ σῶφρον ἀπο3.485 τριβομένη καὶ τὸ πορνικὸν φρόνημα πολυτρόπως τοῖς ἀδικουμένοις ὑποσπείρουσα. φύσει γὰρ μετὰ ταύτας πάλιν τὰς αἱρέσεις μωρά τις καὶ πάσης ἀφροσύνης ἔμπλεως ἐπανέστη ἡμῖν ἑτέρα τις, γελοῖος μὲν ὅλη, ἀσύστατον ἔχουσα τὸ φρόνημα, καὶ ἀνδρῶν καὶ γυναικῶν ἠπατημένων. Μασσαλιανοὶ δὲ οὗτοι καλοῦνται, ἑρμηνευόμενοι εὐχόμενοι. ἦσαν δὲ πρὸ χρόνου τινός, ὡς ἀπὸ τῶν καιρῶν Κωνσταντίου καὶ δεῦρο, ἄλλοι πάλιν Εὐφημῖται εἴτ' οὖν Μασσαλιανοὶ καλούμενοι, ἐξ ἧς τάχα οἶμαι καὶ αὕτη τὸν μιμηλὸν ζῆλον ἔσχεν. ἀλλ' ἐκεῖνοι μὲν ἐξ Ἑλλήνων ὡρμῶντο, οὔτε Ἰουδαϊσμῷ προσανέχοντες οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε ἀπὸ Σαμαρειτῶν, ἀλλὰ μόνον Ἕλληνες ὄντες δῆθεν καὶ θεοὺς μὲν λέγοντες, μηδενὶ δὲ τούτων προσκυνοῦντες, ἑνὶ δὲ μόνον δῆθεν τὸ σέβας νέμοντες καὶ καλοῦντες Παντοκράτορα. τινὰς δὲ οἴκους ἑαυτοῖς κατασκευάσαντες ἢ τόπους πλατεῖς, φόρων δίκην, προσευχὰς ταύτας ἐκάλουν. καὶ ἦσαν μὲν τὸ παλαιὸν προσευχῶν τόποι ἔν τε τοῖς Ἰουδαίοις ἔξω πόλεως καὶ ἐν τοῖς Σαμαρείταις, ὡς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕρομεν, ἔνθα ἡ πορφυρόπωλις Λυδία τοῖς περὶ τὸν ἅγιον Παῦλον ἀπήντηκεν, ὡς καὶ οὕτως τὸ θεῖον γράμμα διηγεῖται, ὅτι, φησίν, «ἐδόκει τόπος προσευχῆς εἶναι»· καὶ προσῆλθον καὶ ἐδίδασκον οἱ ἀπόστολοι τὰς συνελθούσας κατ' ἐκεῖνο καιροῦ γυναῖκας. ἀλλὰ καὶ προσευχῆς τόπος ἐν Σικίμοις, ἐν τῇ νυνὶ καλουμένῃ Νεαπόλει, ἔξω τῆς πόλεως ἐν τῇ πεδιάδι ὡς ἀπὸ σημείων δύο, θεατροειδὴς οὕτως ἐν ἀέρι καὶ αἰθρίῳ τόπῳ ἐστὶ κατασκευασθεὶς ὑπὸ τῶν Σαμαρειτῶν πάντα τὰ τῶν Ἰουδαίων μιμουμένων. 3.486 2. Οὗτοι δὲ οἱ πρότερον Μασσαλιανοὶ ἐξ Ἑλλήνων ὁρμώμενοι, οἱ πρὸ τῶν νυνὶ τῶν δῆθεν ἀπὸ ὀνόματος Χριστοῦ ὁρμωμένων, καὶ αὐτοὶ πῆ μὲν ἔν τισι χώραις τοιαῦτα τοπάριά τινα κατασκευάσαντες, ὡς προσευχὰς καλούμενα καὶ εὐκτήρια, ἐν ἄλλοις δὲ τόποις φύσει καὶ ἐκκλησίας ὁμοίωμά τι ἑαυτοῖς ποιήσαντες, καθ' ἑσπέραν καὶ κατὰ τὴν ἕω μετὰ πολλῆς λυχναψίας καὶ φώτων συναθροιζόμενοι, ἐπὶ πολύ τε καταλεγμάτιά τινα ὑπὸ τῶν παρ' αὐτοῖς σπουδαίων καὶ εὐφημίας τινὰς δῆθεν εἰς τὸν θεὸν ποιούμενοι, ὡς διὰ καταλεγματίων καὶ εὐφημιῶν ὥσπερ θεὸν ἐξιλεούμενοι, ἑαυτοὺς ἀπατῶσιν. ἡ δὲ ἀγνωσία τυφλή τις οὖσα πάντα ταῦτα δοκήσει οἰήσεως τοῖς πεπλανημένοις παρασκευάζει. ἐκεραυνοβολήθη δὲ πρὸ χρόνου ἓν τῶν τοιούτων κατασκευασμάτων, οὐκ ἔχω δὲ λέγειν ἐν ποίῳ τόπῳ, τάχα δὲ ἐν τῇ Φοινίκῃ τοῦτο ἠκούσαμεν. ἀλλὰ καί τινες τῶν ἀρχόντων ζηλωταὶ πολλοὺς ἐκ τούτων ἀπέκτειναν, διὰ τὸ παραχαράττειν τὴν ἀλήθειαν καὶ ἀντιμιμεῖσθαι ἐκκλησίας τρόπον, μὴ ὄντας Χριστιανούς, μήτε ἐξ Ἰουδαίων ὁρμωμένους. οἶμαι δὲ Λουππικιανὸς ὁ στρατηλάτης εἷς ἦν τῶν τοὺς αὐτοὺς Εὐφημίτας τοὺς ἀπὸ τῶν Ἑλλήνων ὁρμωμένους τιμωρησάμενος, ἐξ ἧς προφάσεως ἐφύη πάλιν αὐτοῖς δευτέρα πλάνη. λαβόντες γάρ τινες τὰ τῶν τότε ἀποκτανθέντων σώματα διὰ τὴν τοιαύτην Ἑλληνικὴν ἀνομίαν καὶ θάψαντες ἔν τισι τόποις, ἐκεῖ πάλιν τὰ αὐτὰ εὔφημά τε ἐπιτελοῦσι καὶ Μαρτυριανοὺς ἑαυτοὺς ἐπωνόμασαν, δῆθεν διὰ τοὺς ὑπὲρ τῶν εἰδώλων μαρτυρήσαντας. 3. Ἄλλοι δὲ πάλιν ἐκ τούτων ἔτι βαθύτερόν τι διανοούμενοι, ὡς κατὰ τὴν αὐτῶν εὐήθειαν συμβούλῳ τῇ διανοίᾳ χρώμενοι εἶπον· ὁ Σατανᾶς μέγας ἐστὶ καὶ ἰσχυρότερος καὶ πολλὰ ἐπιτελεῖ κακὰ τοῖς ἀνθρώποις. διὰ τί οὐ μᾶλλον πρὸς τοῦτον καταφεύγομεν καὶ αὐτῷ προσκυνοῦμεν, αὐτόν τε τιμῶμεν καὶ αὐτὸν εὐφημοῦμεν, ἵνα διὰ τῆς κολακευτικῆς θεραπείας * μὴ ἐνεργήσῃ ἡμῖν τὰ πονηρά, ἀλλ' ὡς δούλων αὐτοῦ ἡμῶν γεγονότων, φασί, φείδηται ἡμῶν; καὶ οὕτω καὶ οὗτοι Σατανιανοὺς ἑαυτοὺς ἐπωνόμασαν. 3.487 Ὁμοῦ δὲ τούτων τὴν αἵρεσιν ἐν ταὐτῷ συνεθήκαμεν καὶ τοὺς προειρημένους τοὺς