586
μέλλοντας ὑφ' ἡμῶν νυνὶ λέγεσθαι, ἐπειδὴ γὰρ τὰ ἴσα ἐν ὑπαίθρῳ ἐξαγόμενοι, ἔξω βεβηκότες τῆς ἀληθείας, ἐπὶ τὸ εὔχεσθαι καὶ ὑμνεῖν ἐσχολάκασιν. ἀλλὰ πάντα μὲν ταῦτα περιγέλαστα ὄντα ἀβλαβῆ ἐτύγχανε, μὴ δυνάμενα παρεκκλίνειν τὸν νοῦν ἀπὸ τῆς ἀληθείας· οὐ γὰρ εἰς ὄνομα Χριστοῦ ἐλέγοντο εἶναι, ἀλλὰ Ἕλληνες τὸ πᾶν. νῦν δὲ ἀπ' ἐκείνων τῶν τρόπων οὗτοι * νῦν καλούμενοι Μασσαλιανοί, ὧν οὔτε ἀρχὴ οὔτε τέλος οὔτε κεφαλὴ οὔτε ῥίζα, ἀλλὰ τὰ πάντα εἰσὶν ἀστήρικτοι καὶ ἄναρχοι καὶ ἠπατημένοι, μὴ ἔχοντες ὅλως στηριγμὸν ὀνόματος ἢ θεσμοῦ ἢ θέσεως ἢ νομοθεσίας. δοκοῦσι τοίνυν οὗτοι ἐπὶ τὸ αὐτὸ ἄνδρες τε καὶ γυναῖκες * δῆθεν εἰς Χριστὸν πεπιστευκέναι λέγοντες, ὡς ἀποταξάμενοι τῷ κόσμῳ καὶ τῶν ἰδίων ἀνακεχωρηκότες, ὁμοῦ δὲ ἀναμὶξ ἄνδρες ἅμα γυναιξὶ καὶ γυναῖκες ἅμα ἀνδράσιν ἐπὶ τὸ αὐτὸ καθεύδοντες, ἐν ῥύμαις μὲν πλατείαις, ὁπηνίκα θέρους ὥρα εἴη, διὰ τὸ μὴ ἔχειν, φησί, κτῆμα ἐπὶ τῆς γῆς. ἀκώλυτοι δέ εἰσι καὶ ἐκτείνουσι χεῖρας μεταιτεῖν ὡς ἀβίωτοι καὶ ἀκτήμονες. οἱ δὲ λόγοι αὐτῶν ἀφρόνων ἐπέκεινα. ὃν δ' ἄν τινα ἐπερωτήσῃς ἐξ αὐτῶν ὁρμώμενον, ἐκεῖνον ἑαυτὸν φάσκει οἷον δ' ἂν ἐθέλοις. ἤτοι 3.488 γὰρ προφήτην εἴποις, λέξουσι ὅτι προφήτης εἰμί, ἤτοι Χριστὸν ἐὰν ὀνομάσῃς, φάσκει ὅτι Χριστός εἰμι, ἤτοι πατριάρχην, τὸ αὐτὸ ἑαυτὸν ὀνομάζει ἀναιδῶς, ἤτοι ἄγγελον, καὶ ἑαυτὸν λέγει, καὶ ἁπλῶς ὢ τῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. νηστείαν δὲ οὐδ' ὅλως οἴδασιν, ἀλλὰ δῆθεν εἰς τὴν εὐχὴν ἐσχολακότες καὶ ἀπὸ ὥρας δευτέρας ἢ τρίτης ἢ καὶ τὴν νύκτα, ἐὰν φθάσωσι πεινᾶσαι, πάντα ἀδεῶς ἐργάζονται, ἐσθίοντες καὶ πίνοντες. περὶ δὲ αἰσχρότητος ἢ λαγνείας οὐ πάνυ τι δύναμαι εἰδέναι. πλὴν οὐδὲ τούτου εἰσὶν ἀποδέοντες, μάλιστα ἐπὶ τὸ αὐτὸ κοινῇ τὸ κοιτάζειν ἐσχηκότες ἅμα γυναιξὶ καὶ ἀνδράσιν. οὗτοι δὲ καὶ ἐν Ἀντιοχείᾳ εἰσὶν ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενοι. 4. Ἔσχον δὲ τὸ βλαβερὸν τοῦτο φρόνημα ἀπὸ τῆς ἀμετρίας τῆς τινων ἀδελφῶν ἀφελείας. τινὲς γὰρ τῶν ἡμετέρων ἀδελφῶν καὶ ὀρθοδόξων, μὴ γινώσκοντες τὸ μέτρον τῆς ἐν Χριστῷ πολιτείας, τὸ κελεῦον ἀποτάσσεσθαι τῷ κόσμῳ, κτημάτων τε ἰδίων καὶ χρημάτων ἀποξενοῦσθαι, πωλεῖν τε τὰ ἴδια καὶ μεταδιδόναι πτωχοῖς, λαμβάνειν δὲ τὸν σταυρὸν καὶ ἀκολουθεῖν ἐν ἀληθείᾳ, μὴ εἶναι ἀργὸν μήτε ἄεργον καὶ ἀκαιροφάγον, μηδὲ ἐοικέναι τῷ κηφῆνι τῶν μελισσῶν, «ἐργάζεσθαι δὲ ταῖς ἰδίαις χερσίν», ὥσπερ καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος ἀποταξάμενος τῷ κόσμῳ, κῆρυξ δὲ ὢν τῆς ἀληθείας, «οὗ αἱ χεῖρες οὐ μόνον ἑαυτῷ ἐπήρκουν, ἀλλὰ καὶ τοῖς συνοῦσιν αὐτῷ»· οὐκ οὖσι δὲ ἐκείνοις ἀργοῖς, ἀλλ' ἅμα συμπαροῦσιν αὐτῷ ἐν τῇ ἐργασίᾳ· ὥς που καυχᾶται λέγων διδάσκει τε σαφέστατα «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω»-τινὲς δὲ τῶν προειρη3.489 μένων ἀδελφῶν, ὡς ἀπὸ τοῦ Μάνη μεμαθηκότες τάχα, ἵν' οὕτως εἴπω, τοῦ ἀπὸ Περσίδος ἀναβεβηκότος, * ἅτινα οὐκ ἐχρῆν οὕτως εἶναι· σκοπεῖν δὲ μᾶλλον τοὺς τοιούτους παραγγέλλει ὁ θεῖος λόγος τοὺς μηδὲν ἐργαζομένους. πεπλάνηκε γάρ τινων τὴν οἴησιν ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον». νομίζουσι δὲ τὴν ἀπολλυμένην εἶναι τὴν καλὴν ἐργασίαν, δι' ἧς εἰς δικαιοσύνην ἔχομεν τὸν κάματον· ἥτις ἐπληροῦτο ἐν Ἀβραὰμ διὰ τοῦ μόσχου καὶ ἐν τῇ καματουργίᾳ τῆς χήρας διὰ τοῦ Ἠλίου, καὶ ἐν τῇ ἐργασίᾳ τοῦ Ἰὼβ διὰ τῶν αὐτοῦ παίδων καὶ κτημάτων καὶ πάντων τῶν τοῦ θεοῦ δούλων τῶν εἰς δικαιοσύνην καμνόντων ταῖς ἰδίαις χερσίν, «εἰς τὸ ἐπαρκεῖν καὶ τοῖς ἐνδεομένοις», καθὼς καὶ ἐν ἑκάστῳ μοναστηρίῳ, ἔν τε τῇ τῶν Αἰγυπτίων χώρᾳ καὶ ἐν πάσαις χώραις οὕτω κάμνουσιν εἰς δικαιοσύνην· ὡς ἡ μέλιττα, ἐν χερσὶ μὲν ἔχουσα τὸν κηρὸν τῆς ἐργασίας, τὴν δὲ ψεκάδα τοῦ μέλιτος ἐν τῷ στόματι, μετὰ τῆς ἰδίας ὑμνηγόρου φωνῆς τὸν τῶν πάντων δεσπότην κατὰ τὴν ἰδίαν αἴσθησιν ὑμνεῖ, ὡς καὶ Σαλομὼν μαρτυρεῖ ὅτι