587
«τὴν σοφίαν τιμήσασα προήχθη», οὕτω καὶ οἱ τοῦ θεοῦ δοῦλοι οἱ ἀληθῶς ἐπὶ τῆς στερεᾶς πέτρας τῆς ἀληθείας τεθεμελιωμένοι καὶ τὸν οἶκον αὐτῶν ἀσφαλῶς οἰκοδομοῦντες ἰδίαις χερσὶ τὰς λεπτὰς αὐτῶν ἐργασίας ἐργάζονται κατὰ τὴν ἑκάστου τέχνην, ἐν στόματι δὲ σχεδὸν πᾶσαν θείαν γραφὴν ἀπαγγέλλουσιν, ἀκμητί τε καὶ ἀόκνως συχνὰς ποιοῦνται τὰς ἀγρυπνίας, τοῦτο μὲν ἐν εὐχαῖς, τοῦτο δὲ ἐν ψαλμῳδίαις, ἐνδελεχῶς δὲ τὰς συνελεύσεις τὰς ἐξ ἔθους ἐνθέσμως τεταγμένας, διημερεύουσί τε πάντοτε κατὰ τὰς ἀδιαλείπτους κατὰ διάστημα ὥρας τὰς εὐχὰς θεῷ ἀκαταγνώστως μετὰ ταπεινοφροσύνης πολλῆς καὶ οἰμωγῆς ἐπιπόνου ἀναπέμποντες, ταῖς τε ἰδίαις χερσίν, ὡς ἔφην, ἐργαζόμενοι μετὰ καὶ τῆς πνευματικῆς ἐργασίας, ἵνα μὴ ἐπιδεεῖς γένωνται καὶ εἰς ὑποκρίσεις ἀνθρωπίνας ἐμπέσωσι, καὶ οὐκέτι τῷ ἀσεβοῦντι δυνάμενοι τὰ ἀληθῆ λέγειν οὔτε ἐκτὸς ῥύπου εἶναι τῶν ἀπὸ ἀδικίας ἀνθρώπων πλουσίων καὶ πλεονεκτούντων τοὺς πένητας οὔτε ἐκτὸς σιτίων τοιούτων γίνεσθαι, μὴ δυνάμενοι ἐκ δικαίων πόνων 3.490 τὴν ἐφήμερον ἔχειν τροφήν, ἀλλ' ἀναγκαζόμενοι διὰ τὸ ἐνδεὲς τῆς ἀεργίας τραπέζης πλουσίων μετέχειν. 5. ∆ιὸ παραγγέλλει ὁ θεῖος λόγος φάσκων «μὴ ἐπιθύμει βρωμάτων τῶν πλουσίων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς». καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ὅτι «τοιαῦτά σε δεῖ παρασκευάζειν, εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν αὐτοῦ βρωμάτων»· ἐν τούτοις γὰρ ἐδοξάσθησαν οἱ παῖδες οἱ ἐν τῇ Βαβυλῶνι, ἀρνησάμενοι τράπεζαν βασιλέως καὶ αἱρησάμενοι σπέρμασιν ἀρκεῖσθαι ἢ τραπέζῃ καὶ βρώμασι, χρήμασι καὶ δόξῃ ἀποταξάμενοι, ὡς Μωυσῆς «μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἤπερ ἀπολαύειν» τῶν ἐν Αἰγύπτῳ θησαυρῶν, ἐργαζόμενος δὲ ἰδίαις χερσὶν ἔτυχε προφητείας. προβάτων γὰρ οὗτος ποιμὴν κατέστη ὁ εὐγενὴς καὶ υἱὸς θυγατρὸς βασιλέως, ἵνα μὴ ἀργὸν ἐσθίῃ ἄρτον, ὡς καὶ διδάσκει ὁ πατὴρ ἡμῶν Ἰακώβ, λέγων τῷ Λάβαν «δός μοι ἐργασίαν, ἵνα ἐργάζωμαι καὶ ἀπολαύσω τοῦ ἰδίου ἄρτου». καὶ αὐτὸς πάλιν ποιμαίνειν προστέτακται παρὰ τοῦ ἰδίου πενθεροῦ, ἵνα μὴ ἀργὸν ἄρτον ἐσθίωσιν οἱ δίκαιοι. τοῖς δὲ ἀποστόλοις εἴρηται ἀρκεῖσθαι τῷ λόγον κηρύττειν, ἵνα μὴ ἀσχολῶνται ἀπὸ πόλεως εἰς πόλιν καὶ ἀπὸ τόπου εἰς τόπον ἐπὶ τὸ κήρυγμα τὴν πορείαν ποιούμενοι. «ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ» καὶ «ἀρκετὸν τῷ ἐργαζομένῳ ἡ τροφὴ αὐτοῦ». καὶ τοῖς δὲ ποιμέσιν ὡσαύτως διὰ τὴν τῶν λαῶν συχνὴν ἀσχολίαν καὶ τὴν ἐκκλησιαστικὴν διοίκησιν καὶ ἐνδελεχῆ λειτουργίαν φησὶν ὁ θεῖος λόγος «τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; ἢ τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμβάνει;» καὶ φησί «τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν», ἵνα τὸν πρεσβύτερον ἢ τὸν ἐπίσκοπον μὴ ἐλαττούμενον τῆς ἐφημέρου τροφῆς καταστήσειε, προτρεπόμενος λαοὺς ἐκ δικαίων πόνων νέμειν τὰ πρὸς τροφὴν τοῖς ἱερεῦσι διὰ ἀπαρχῶν τε καὶ προσφορῶν καὶ τῶν ἄλλων· ὧν ἐξουσίαν ἔχοντες οἱ ἐκ θεοῦ τοὺς λαοὺς ὁδηγεῖν προστεταγμένοι οὐδὲ τούτοις κέχρηνται κατακόρως οἱ θεῷ τελείως εὐαρεστεῖν ἐπαγγελλόμενοι. 6. Καὶ γὰρ ἐξ αὐτῶν τῶν τοῦ θεοῦ ἱερέων τινὲς καὶ αὐτοὶ μετὰ τοῦ κηρύγματος τοῦ λόγου μιμούμενοι τὸν ἅγιον αὐτῶν μετὰ τὸν θεὸν 3.491 ἐν Χριστῷ πατέρα, φημὶ δὲ Παῦλον τὸν ἅγιον ἀπόστολον, καὶ αὐτοὶ κατὰ τὸ δυνατόν, εἰ καὶ μὴ πάντες, ἀλλ' οἱ πλείους ταῖς ἰδίαις χερσὶν ἐργαζόμενοι, οἵαν δ' ἂν ἀναλόγως συμπρέπουσαν τῷ ἀξιώματι καὶ τῇ τῆς ἐκκλησιαστικῆς φροντίδος ἐνδελεχείᾳ εὕροιεν ἐργάζονται τέχνην, ὅπως μετὰ τοῦ λόγου καὶ τοῦ κηρύγματος ἡ συνείδησις χαίρῃ, καὶ διὰ χειρῶν ἰδίων καρποφοροῦσα καὶ ἑαυτῇ ἐπαρκουμένη τοῖς τε ἀδελφοῖς καὶ ἐνδεομένοις τὴν μετὰ χεῖρας οἰκονομίαν, τὴν ἐξ ἀπαρχῶν δέ φημι καὶ προσφορῶν καὶ ἐξ αὐτῶν τῶν διὰ χειρῶν εἰργασμένων, δι' ὑπερβολὴν διαθέσεως πρὸς θεὸν καὶ τοὺς πέλας ἑκουσίως μεταδιδοῦσα· καίτοι γε μὴ ἀναγκαζομένων αὐτῶν μήτε