588
κατακρινομένων, ἀλλὰ δικαιοσύνης πόνους καὶ ἐργασίαν ἐκκλησιαστικὴν ἐχόντων καὶ κατὰ δικαιοσύνην σιτουμένων, δι' ὑπερβολὴν δὲ προαιρέσεως τοῦτο αὐτῶν ποιούντων. ἐπιποθεῖ γὰρ αὐτῶν ἡ ἔνθεος ψυχὴ καὶ ἐν φόβῳ θεοῦ ἐστηριγμένη καὶ ἐκ πνεύματος ἁγίου τὴν γνῶσιν κεκτημένη πλούτου ἐπουρανίου, τοῦ κατὰ δικαιοσύνην μετὰ ἐπαίνου καὶ κλέους καὶ ἀριστείας, τοῦ διὰ θείων δογμάτων καὶ θείας μελέτης ἁγίας γραφῆς καὶ λογίων θεοῦ, ψαλμῳδιῶν τε καὶ συνάξεων, ἁγίων νηστειῶν τε καὶ ἁγνείας καὶ πολιτείας καὶ τῆς διὰ χειρῶν ἕνεκεν δικαιοσύνης μετὰ προαιρέσεως ἐργασίας. Ἀλλὰ καὶ ἄλλῳ προελήφθησαν τύπῳ οἱ αὐτοὶ τίμιοι ἡμῶν ἀδελφοί, οἱ κατὰ Μεσοποταμίαν ἐν μοναστηρίοις ὑπάρχοντες εἴτουν μάνδραις καλουμέναις, κόμαις γυναικικαῖς χρῆσθαι προβαλλόμενοι καὶ σάκκῳ προφανεῖ ἐπερειδόμενοι. ἔδει δὲ τὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ, 3.492 τῆς μητρὸς ἡμῶν τῆς ἐκκλησίας τέκνα ὑπάρχειν σεμνά, οἰκουρά, θεῷ λατρεύοντα κρυφίως τῷ εἰδότι τὰ κρύφια καὶ ἀποδιδόντι ἐν τοῖς φανεροῖς, κατὰ τὸ γεγραμμένον, καὶ εὐσχημόνως περιπατεῖν διὰ τοὺς ἔξω καὶ μὴ βούλεσθαι λαβεῖν ἀπὸ τῶν ὁρώντων τὸν μισθὸν καὶ τὴν χάριν. ἀλλότριον γάρ ἐστι τῆς καθολικῆς ἐκκλησίας σάκκος προφανὴς καὶ κόμη μὴ ἐκτεμνομένη ἀπὸ τοῦ κηρύγματος τῶν ἀποστόλων· «ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων». 7. Τὸ δὲ χεῖρον καὶ ἐναντίον οἱ μὲν τὸ γένειον, τὴν μορφὴν τοῦ ἀνδρός, ἀποτέμνουσι, τρίχας δὲ τῆς κεφαλῆς πολλάκις κομῶσι. καὶ περὶ μὲν οὖν τοῦ γενείου ἐν ταῖς διατάξεσι τῶν ἀποστόλων φάσκει ὁ θεῖος λόγος καὶ ἡ διδασκαλία μὴ φθείρειν τουτέστι μὴ τέμνειν τρίχας γενείου μηδὲ ἑταιρισμῷ κατακοσμεῖσθαι μήτε ὑπερηφανίας ὑπόδειγμα δικαιοσύνης τὴν προσέλευσιν ἔχειν. ἔπρεπε γὰρ Ναζιραίοις τοῦτο μόνον διὰ τὸν τύπον. τύπῳ γὰρ ἤγοντο οἱ παλαιοὶ τοῦ μέλλοντος ἔσεσθαι, ἔχοντες κόμην ἐπὶ τῆς κεφαλῆς διὰ τὴν εὐχήν, ἕως ὅτου ἦλθεν ἡ εὐχὴ τοῦ κόσμου καὶ ἐτελειώθη· κεφαλὴ δὲ πέφηνεν ὁ Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ ἐγνώσθη τῷ κόσμῳ ὁ ὢν ἀεὶ καὶ μὴ γινωσκόμενος παρὰ τῇ πάσῃ ἀνθρωπότητι ἢ μόνον ἐνίοις τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἵν' ὅταν γνῶμεν τὴν κεφαλήν, μὴ «καταισχύνωμεν τὴν κεφαλήν». οὐ γὰρ ἕνεκεν τῆς ἰδίας κεφαλῆς λέγει, ἀλλ' ἀπὸ τῆς ἰδίας εἰς Χριστὸν ἐνσκήπτει τὸ τῆς χλεύης ἔργον, ᾗ φησιν ὁ ἀπόστολος «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι;» αὕτη δὲ ἡ ἀτιμία οὐκ ἐπαινετὴ ὡς ἐκείνη, περὶ ἧς φάσκει ἡ γραφὴ λέγουσα ὅτι «αἰσχύνης καταφρονήσας». οὐ γὰρ διὰ θεὸν ἡ ἀρετή, κἄν τε διὰ θεὸν ὑποληφθείη, ἀλλὰ διὰ φιλονεικίαν ὁ τρόπος παρελθόντος τοῦ κατὰ νόμον τύπου καὶ ἐλθούσης τῆς ἀληθείας. λέγει δὲ «εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὔτε αἱ ἐκκλησίαι τοῦ θεοῦ». παρεξέβαλεν οὖν τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ ποιοῦντας, ἐν φιλονεικίᾳ δὲ ὄντας ἀπό τε τοῦ θεσμοῦ τῶν ἀποστόλων καὶ ἀπὸ τῆς τοῦ θεοῦ 3.493 ἐκκλησίας. ἀλλὰ ταῦτα ἠναγκάσθημεν λέγειν διὰ τὴν πρόφασιν τῶν προειρημένων Μασσαλιανῶν, ὅτι καὶ αὐτοὶ λαβόντες ἐκεῖθεν τοῦ φρονήματος τὴν νόσον καὶ ἐκτραπέντες τὴν διάνοιαν ἐξώκειλαν τῇ ἀληθείᾳ, καὶ κατέστη αἵρεσις ἐν δεινότητι ἀργίας καὶ τῶν ἄλλων κακῶν. 8. Ταῦτά ἐστιν ἃ περὶ τούτων καὶ αὐτῶν ἀκηκόαμεν τῶν εἰς χλεύην τῷ κόσμῳ καταστάντων καὶ συρφετώδη νοῦν καὶ λόγους ἐξεμούντων, ἀσυστάτων δὲ ὄντων καὶ ἀνελπίστων καὶ τῆς τοῦ θεοῦ οἰκοδομῆς ἔξω βεβηκότων. ὅθεν καὶ περὶ τούτων ὀλίγα διαλαβόντες αὖθις εἰς ἀνατροπὴν αὐτῶν ἐργασόμεθα. καὶ πρῶτον μὲν ὅτι γυναῖκας μετὰ ἀνδρῶν ἐπὶ τὸ αὐτὸ εἶναι οὔτε ἀπὸ παλαιᾶς συνηθείας τῶν φύσει συζυγιῶν γεγενημένων ὁ δίκαιος ὁρίζει λόγος, ἀλλὰ ἄνδρα πρὸς γυναῖκα ἐπὶ τὸ αὐτὸ εἶναι ἕνα πρὸς τὴν μίαν, ὡς Ἀδὰμ πρὸς τὴν Εὔαν, ὡς Σάρρα πρὸς τὸν Ἀβραὰμ εἶχεν, ὡς Ῥεβέκκα τῷ Ἰσαὰκ συνῆπτο. εἰ γὰρ καί τινες