589
τῶνπατέρων δύο καὶ τρεῖς γυναῖκας ἐσχήκασιν, οὐκ ἐν μιᾷ οἰκίᾳ αἱ γυναῖκες ἦσαν. χοίρων γὰρ τὸ τοιοῦτον εἶδος καὶ κτηνῶν ἡ τοιαύτη συνάφεια. οὗτοι δὲ μᾶλλον εἰς ἔκπληξιν ἡμᾶς ἀναγκάζουσι φέρεσθαι, ἐπαγγελλομένων αὐτῶν πρὸς γυναῖκας συνάφειαν μὴ ἔχειν, τοὐναντίον μᾶλλον τὴν χλεύην ἀπεργαζόμενοι καὶ τὴν τελείαν αὐτῶν ἐνδεικνύμενοι αἰσχύνην. εἰ γὰρ καὶ γαμετὰς εἶχον οἱ τοιοῦτοι, σποράδην, οὐκ ἀναμὶξ ταύτας ὤφειλον κεκτῆσθαι. εἰ δὲ καί εἰσιν ἐν συζυγίᾳ, οὐκ ἔδει αὐτοὺς τὸ ἐκ θεοῦ καταδειχθέν, ἀνδρὸς πρὸς γυναῖκα συνάφειαν μετὰ εὐσχημοσύνης καὶ σεμνότητος καὶ ἐπιστήμης, καὶ ἐξ ἰδίας ἐλευθερίας ἐπὶ τὸ μέσον φέροντας φωρᾶσθαι. εἰ δὲ καὶ ἀπέσχοντο γυναικῶν ἐν ἁγνείᾳ τινὲς ὄντες καὶ ἐν ἐγκρατείᾳ, ἐξύβρισαν τὸ δίκαιον διὰ τῆς ἀνοησίας καὶ τὸ τῆς ἀρετῆς πολίτευμα διὰ τῆς ἐν ἀφροσύνῃ ἀφειδοῦς ἐργασίας, οὐ τῶν ἀποστόλων τοῦτο πεπραχότων, οὐ τῶν πρὸ τῶν ἀποστόλων προφητῶν τοῦτο διαταξαμένων. 9. Μωυσῆς γοῦν ἐν τῇ ἐρήμῳ ἀναλαβὼν τὴν ὑμνηγορίαν ᾄδει τῷ θεῷ ᾆσμα, ἀνελθὼν ἀπὸ θαλάσσης, φάσκων «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν». ὁμοῦ δὲ ἐπεφώνουν αὐτῷ οἱ ἄνδρες καὶ οὐδαμοῦ γυναῖκες, ἵνα τὴν εὔτακτον δείξῃ διάθεσιν, ἵνα τὸ σεμνὸν τῆς εὐταξίας τοῦ νόμου τοῦ θεοῦ κηρύξῃ. εἶτα 3.494 μετέπειτά φησι «καὶ λαβοῦσα Μαριὰμ τὸ τύμπανον ἦρχε τῶν γυναικῶν καὶ ἔλεγεν· ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται». καὶ γυναῖκες ὁμοῦ ἐπεφώνουν τῇ ὁμοτρόπῳ καὶ ἀπὸ τοῦ αὐτοῦ γένους ὑπαρχούσῃ καὶ ἔν τινι προαγούσῃ, διὰ τὴν ἀνεπιστήμονα καὶ τὴν συρφετώδη διάνοιαν τῶν ἀναμὶξ ἐργαζομένων ἑτεροδιδασκαλίας. περὶ δὲ τῆς ἀναστάσεώς φησιν ὁ προφήτης «καὶ κόψονται κατὰ φυλήν, φυλὴ κατέναντι φυλῆς· φυλὴ τοῦ Νάθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ τοῦ Ἰούδα καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς» καὶ τὰ ἑξῆς. οὕτω καὶ οἱ ἀπόστολοι διατάσσουσι τῇ ἐκκλησίᾳ, οὕτω καὶ ὁ κύριος διέταξεν ἐν τῷ εὐαγγελίῳ, ἀπὸ μιᾶς τὸ ὑπόδειγμα ἡμῖν κηρύττων, φήσας τῇ μητρὶ αὐτοῦ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα». οὕτως ὁ Γιεζεὶ προσέρχεται τῇ Σουμανίτιδι, ἀπωθούμενος ταύτην, ἵνα μὴ ἀφανίσῃ τὸ τάγμα, ἵνα μὴ ὑβρίσῃ τὸν θεσμὸν τῶν προφητῶν. ὁ δὲ προφήτης πνεύματι ἁγίῳ φερόμενος κατώδυνον ἑώρα τὴν Σουμανῖτιν, παραμυθίας δὲ χάριν ὑπερβέβηκε τὴν τάξιν καὶ ἀνεδέξατο πρὸς τὴν ὥραν παραμυθίας τῆς γυναικὸς χάριν, ἴσον ἡγησάμενος τὸ ἅπτεσθαι τῶν αὐτοῦ ποδῶν παρὰ συνήθειαν τὴν γυναῖκα ἕνεκεν τῆς αὐτῆς ἐν τῇ διανοίᾳ κακώσεώς τε καὶ λύπης. καὶ τί μοι πολλὰ λέγειν περὶ τούτων τῶν τοὺς κύνας μιμουμένων καὶ τοὺς ὕας ζηλούντων; περὶ δὲ τοῦ εἰπεῖν ἑαυτὸν Χριστόν, τίνι μανίας ὂν οὐκ ὀφθείη τὸ δόγμα τῶν σύνεσιν κεκτημένων ἢ τὸ λέγειν ὅτι προφήτης ἐγώ; τί γὰρ προφητείας παρ' αὐτοῖς εἶδος φαινόμενον ἢ ποῖον Χριστοῦ θαυμαστὸν ἔργον γίνεται; εἰ δὲ αὐτὸς Χριστός, εἰς ποῖον κύριον ἤλπικέ τε καὶ πεπίστευκε; τί τὰ τῆς πλάνης κενοφωνήματα; τί τῶν ἀνοήτων τὰ δόγματα; ἀλλὰ ἀρκέσει καὶ περὶ ταύτης τὰ εἰς αὐτὴν εἰρημένα. 10. Καὶ ἕως ὧδε ἐχέτω τὸ σφραγίσαι καὶ τελειῶσαι τὴν πᾶσαν ἡμῶν περὶ τούτων πραγματείαν, τοῦ θεοῦ ἡμῖν ἐπιφανέντος καὶ βοηθήσαντος, ὡς ὁμολογεῖν ἔστιν ἐκ πάσης ψυχῆς καὶ διανοίας εὐχαριστεῖν τε αὐτῷ τῷ κυρίῳ, ὅτι τὸ ἐπάγγελμα ὃ ἐπηγγειλάμεθα ἐν αὐτῷ τῷ κυρίῳ κατηξιώθημεν τελειῶσαι, κατὰ ˉπ αἱρέσεων δέ φημι τὴν διήγησιν καὶ ἀνατροπὴν ποιησάμενοι, ἅμα τε καὶ ἀποκαλύψαντες παρ' ἑκάστῃ τι πράττεται, ὡς κατὰ τὴν ἡμετέραν ὑπόστασιν τῆς ἀσθενοῦς ἀνθρωπότητος. ἕως γὰρ ἐνταῦθα ὀγδοήκοντα αἱρέσεων, ὧν ἐνηχήθημεν ἐν τῷ κόσμῳ καὶ ἔγνωμεν τὸν ἀριθμὸν καὶ τὰς ὀνομασίας καί τινων τὰς 3.495 ῥήσεις, προφάσεις τε καὶ σχέσεις, τὰς ὁρμὰς καὶ τὰ αἴτια ἀπαραλείπτως ὑποδείξαντες, θαυμασμῷ φερόμενοι ἐκπεπλήγμεθα τὸ ἐν τῇ θείᾳ