591
τῆς εἰρήνης λιμένα νυνὶ θεώμενοι, εἰς ὃν κατᾶραι σπεύδοντες δι' εὐχῆς πάλιν τὸν κύριον ἀξιοῦμεν· ἤδη μὲν παντὸς φόβου καὶ θορύβου καὶ ναυτιάσεως ὑπολω3.497 φῶντες, ἐν ἕξει δὲ καλλίστῃ τὰς ἀπὸ τῆς στερεᾶς αὔρας ἐμπνεόμενοι καὶ ἀσφαλείας τυχόντες καὶ τοῦ τε εὐδίου λιμένος ἐνισχυόμενοι τῷ πνεύματι ἤδη γεγήθαμεν, πολλὰ μέν, εἰ δεῖ τἀληθῆ λέγειν, μοχθηρὰ ἐπὶ τούτοις καὶ ὕβρεις οὐ τὰς τυχούσας ὑποστάντες καὶ γῆν καὶ θάλατταν ὡς εἰπεῖν πεζεύσαντές τε καὶ ποντοπορήσαντες, τῆς μὲν γῆς τὰ τράχη καὶ τῆς ἐρήμου τὰς δυσχωρίας καὶ τῶν προειρημένων πελάγων τοὺς κινδύνους, ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ' αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλήμ, καὶ τὴν παρθένον Χριστοῦ καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ δὲ νύμφην, εὐκαιρότατα καὶ αὐτοὶ λέγοντες «δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ» καὶ τὰ ἑξῆς. 2. Ἄγε τοίνυν, οἱ Χριστοῦ παῖδες υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τόδε τὸ σύνταγμα τῶν ὀγδοήκοντα αἱρέσεων ἢ μέρος αὐτῶν διερχόμενοι καὶ σὺν ἐμοὶ τὸν τοιοῦτον ὄγκον τῶν προειρημένων μοχθηρῶν διδασκαλιῶν διανηξάμενοι, διαπεζεύσαντές τε τὴν τοσαύτην ἔρημον, φοβεράν τε καὶ ἐν δίψει κατατεταγμένην, ἐπικαλεσώμεθα τὸν τῶν ὅλων κύριον, πάλαι μὲν ἐν ἐπιθυμίᾳ τούτου ὄντες καὶ καθ' ἕκαστον τόπον τῶν αἱρέσεων τούτων, ὥσπερ ἐν Μερρᾷ τόπῳ καὶ ἐν δίψει τῆς φοβερᾶς ἀβάτου ἐρήμου, ἀεὶ συναντῶντες τοῖς σκολιοῖς αὐτῶν λόγοις, ἐπιφωνήσωμεν καὶ αὐτοί «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός», καὶ πάλιν «πότε ἔλθω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» διὰ τοῦτο τάχιον καὶ αὐτοὶ ἐπικαλεσώμεθα, οὐχ ὡς ἐκεῖνος ἐκάλει τὴν νύμφην, νυμφίος αὐτῆς τυγχάνων καὶ κύριος καὶ δεσπότης καὶ βασιλεὺς καὶ θεὸς καὶ ὑπέρμαχος, ἀλλ' ὡς δοῦλοι αὐτοῦ ἡμεῖς ἐπικαλεσώμεθα, συνῳδὰ τῷ αὐτῷ καὶ αὐτοὶ λέγοντες «δεῦρο ἀπὸ Λιβάνου νύμφη, ὅτι ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί»· ὁ παράδεισος τοῦ μεγάλου τεχνίτου, ἡ πόλις τοῦ ἁγίου βασιλέως, ἡ νύμφη τοῦ ἀσπίλου Χριστοῦ, ἡ παρθένος ἡ ἁγνή, μόνῳ ἑνὶ ἀνδρὶ ἐν πίστει 3.498 μεμνηστευμένη, ἡ διαφανὴς καὶ «ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ὡς ἥλιος ἐκλεκτή, θάμβος ὡς τεταγμέναι», ἡ μακαριζομένη ὑπὸ τῶν «βασιλίδων» καὶ ἐξυμνουμένη ὑπὸ τῶν «παλλακίδων», ἡ ὑπὸ τῶν θυγατέρων ἐπαινουμένη, καὶ «ἀπὸ τῆς ἐρήμου ἀνερχομένη», «λελευκανθισμένη καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένη», ἡ μῦρον πνέουσα, «ἡ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη, ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ κονιορτῶν μυρεψοῦ» τοῦ δεδωκότος ἑαυτοῦ τὴν εὐοδμίαν, ὃν προορῶσα ἔλεγε «μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε», ἡ «ἑστηκυῖα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐνδεδυμένη κροσσωτά, διαχρύσοις πεποικιλμένη», ἡ μηδὲν σκοτεινὸν ἔχουσα, ποτὲ δὲ «μεμελανωμένη», νυνὶ δὲ «καλὴ» καὶ «λελευκανθισμένη», ἵνα ἐν σοὶ γενόμενοι λωφήσωμεν τῶν προδιελθόντων ἡμᾶς στυγερῶν τῶν αἱρέσεων πραγμάτων καὶ ἡσυχάσωμεν ἀπὸ τῶν σάλων τῆς τῶν αὐτῶν τρικυμίας καὶ ἀναψύξωμεν ἐν σοί, ἁγία μήτηρ ἡμῶν ἐκκλησία, καὶ ἐν τῇ ἁγίᾳ ἐν σοὶ διδασκαλίᾳ καὶ ἁγίᾳ καὶ μόνῃ πίστει θεοῦ ἐν ἀληθείᾳ. Ἀλλὰ ἄρξομαι περὶ ταύτης τῆς ἁγίας πόλεως θεοῦ τὰ θαυμαστὰ διηγεῖσθαι. τὰ γὰρ δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ὥς φησιν ὁ προφήτης «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», ἀνθρώποις μὲν πᾶσιν ἀνέφικτα, ἀπίστοις δὲ ἀλλότρια, πιστοῖς δὲ ἀνθρώποις καὶ ἀληθινοῖς ἐν μέρει κτητά, ἐν ὑποσχέσει δὲ τελειώσεως ὡς παρὰ τοῦ αὐτῶν δεσπότου παρασχεθησόμενα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅπου αὐτὴ ἡ ἁγία παρθένος καὶ κληρονόμος σὺν τῷ ἰδίῳ νυμφίῳ ἐν οὐρανῷ ἔσχε τὸν κλῆρον καὶ τὴν κληρονομίαν. 3. Καὶ πρῶτον μέν, ὅτι ὁ θεὸς ὁ ἐπὶ πάντων ἡμῖν θεὸς ὑπάρχει τοῖς ἐκ τῆς