592
ἁγίας ταύτης ἐκκλησίας γεννηθεῖσιν. ἀπόδειξις γὰρ αὕτη πρώτη περὶ ἀληθείας καὶ «ἑδραίωμα πίστεως» τῆς μόνης ταύτης παρθένου καὶ ἁγίας «περιστερᾶς» καὶ ἀκάκου, περὶ ἧς ὁ κύριος ἐν πνεύματι τῷ Σαλομῶντι ἀπεκάλυπτεν ἐν ᾄσματι τῶν ᾀσμάτων καὶ ἔλεγεν «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν 3.499 ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου», μετὰ προσθήκης τοῦ μου καὶ μου. αὐτοῦ γὰρ περιστερὰ καὶ αὐτοῦ τελεία, ὡς τῶν ἄλλων λεγομένων καὶ μὴ οὐσῶν, αὐτῆς δὲ διττῶς ὀνομαζομένης. ἐπὶ γὰρ ταῖς ἄλλαις οὐκ εἶπεν, ὀγδοήκοντά εἰσι παλλακαί μου, ἀλλὰ ταῖς μὲν βασιλίσσαις διὰ τῆς ἐνδόξου ὀνομασίας τὴν συνάφειαν τῆς τιμῆς ἀπένειμεν, ἐπὶ δὲ ταῖς παλλακαῖς τὸ ἀλλότριον τέλεον ἀπεφήνατο. ὧν τοὺς ἀριθμοὺς εἰς νοῦν λαμβάνοντες κατὰ τὴν ἀναγωγὴν τῆς θεωρίας ἐπεργάσασθαι ἐν τῷ τόπῳ ἀναγκαζόμεθα διὰ τὸ μὴ ὑπερβαίνειν, οὐ ψυχρολογοῦντες, ἀλλ' ἐν ἀληθείᾳ λόγους διὰ τῶν ἀληθινῶν γραφῶν ταῖς ἀληθιναῖς θεωρίαις ἀντεξετάζοντες. ὅτι μὲν γὰρ καὶ ὁ ἀριθμὸς γεγραμμένος ἀπαράβατός ἐστιν ἑκάστης ὑποθέσεως καὶ οὔτε δύναται τὸ ἐν ἀριθμῷ κατατεταγμένον ἕωλόν τι εἶναι οὔτε εἰς ἀργότητα ἐν τῇ γραφῇ ἐπιμετρεῖσθαι δῆλον. βασίλισσαι δέ εἰσιν αἱ ἤδη πρότερον εἰς γενεαλογίαν ὠνομασμέναι ψυχαί. ὡς γὰρ βασιλεῖ συνέπονται πλήθη πολλά, τοῦ δὲ βασιλέως κεφαλῆς οὔσης, ὥσπερ ἐπὶ σώματος πολλῶν μελῶν ὄντων ἀπὸ τῆς κεφαλῆς ὁ εἷς ἄνθρωπος ἀριθμηθήσεται, οὕτως ἀπὸ τοῦ ἑνὸς βασιλέως τὸ πᾶν πλῆθος τὸ ὑπὸ τὸν βασιλέα εἰς ἕνα ἀναλογισθήσεται. 4. Βασίλισσα τοίνυν ἡ γενεὰ ἐν Χριστῷ κέκληται, οὐ τῆς πάσης γενεᾶς βασιλευσάσης, ἀλλὰ τῆς μιᾶς τῆς ἐπιγνούσης τὸν κύριον δι' ὀνομασίας τοῦ ἀνδρὸς αὐτῆς εἰς τὸ βασιλικὸν ἀξίωμα καὶ τάξιν φερομένης, ὡς οἷον εἰπεῖν Ἀδὰμ καὶ πᾶσα αὐτοῦ γενεὰ βασίλισσα αὕτη ἀριθμηθήσεται, ἥ τε αὐτοῦ ἀρχὴ καὶ ἡ πατριαρχία, βασιλεύσασαι μετὰ τῶν μετ' αὐτοῦ, διὰ τὴν πρὸς τὸν θεὸν γνῶσιν καὶ ἣν κατηξίωται πρῶτος πλάσιν πλασθῆναι καὶ ὅτι μετάνοιαν πρῶτος ἐνεδείξατο, ὡς ἔχει ἡ ἀκολουθία. εἶτα μετὰ τοῦτον Σὴθ καὶ ἡ πᾶσα μετ' αὐτοῦ ἀνθρωπότης, καὶ Ἐνὼς καὶ Καϊνὰν καὶ Μαλελεὴλ καὶ Ἰάρεδ καὶ Ἐνὼχ καὶ Μαθουσάλακαὶ Λάμεχ καὶ Νῶε· τούτων τῶν ἁγίων τῶν καταλογάδην ἐν ἀριθμῷ κατὰ γενεὰν καταριθμηθέντων, ὧν ὁ ἀριθμὸς παρὰ Ματθαίῳ δείκνυται. ἑξήκοντα γὰρ καὶ δύο γενεαί τε καὶ πατριαρχίαι παρ' αὐτῷ ἐμφέρονται διὰ τῶν ὀνομάτων τῶν ἐντελεστέρων ἀνδρῶν, πρὸς τὸν θεὸν τὴν γνῶσιν ἐσχηκότων ἢ δι' ἑτέραν τινὰ ἀριστείαν τὴν βασιλικήν τε δόξαν καὶ ἐμβρίθειαν μετεσχηκότων, ὧν ὁ κατάλογος τοῦ ἀριθμοῦ ἐμφέρεται ἄχρι 3.500 τῆς τοῦ Χριστοῦ παρουσίας. καὶ γὰρ γενεαὶ παρεληλύθασιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε δέκα καὶ ἀπὸ τοῦ Νῶε ἄχρι τοῦ Ἀβραὰμ ἄλλαι δέκα, ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἄχρι ∆αυὶδ γενεαὶ ˉιˉδ, ἀπὸ δὲ ∆αυὶδ ἕως τῆς αἰχμαλωσίας γενεαὶ ˉιˉδ καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ γενεαὶ ˉιˉδ, ὡς εἶναι ἀπὸ τοῦ Ἀδὰμ ἄχρι Χριστοῦ ἑξήκοντα δύο γενεάς, αἵτινες ἑξήκοντα διὰ τὴν συντομίαν ἠρίθμηνται. καὶ γὰρ ἐν τῇ ἐρήμῳ ἑβδομήκοντα δύο στελεχῶν φοινίκων ὑπαρχόντων ἑβδομήκοντα ἡ γραφὴ ὠνόμασε. καὶ εἰς τὸ ὄρος προσκεκλημένων ἑβδομήκοντα ἑβδομήκοντα δύο εὑρίσκονται σὺν τῷ Ἐλδὰδ καὶ Μωδάδ. καὶ ἑβδομήκοντα δύο ἑρμηνεύσαντες ἐπὶ Πτολεμαίου, διὰ δὲ τὴν συντομίαν εἰώθαμεν λέγειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν. οὕτω καὶ νῦν ἑξήκοντα βασίλισσαι οἶμαι εἴρηνται, ἐξαιρουμένου τοῦ τε ἄνωθεν ἀριθμοῦ καὶ τοῦ κάτωθεν, διὰ τὸ * μεσαίτατον τῶν ἑξήκοντα πρὸς τύπους καὶ ἀναγωγὴν τῆς τελείας θεωρίας. ἐπειδὴ γὰρ δι' ἓξ δεκάδων * τὴν τῆς ἑξαημέρου πληροῦσθαι περίοδον συμβαίνει * εἰς τὸ συνάπτεσθαι ἀπὸ ἑκάστης γενεᾶς ὁσίων ψυχῶν πλῆθυν ἐν θεῷ βασιλευουσῶν κατὰ τὴν πίστιν. ἔνθεν γὰρ καὶ ἓξ ὑδρίαι εὑρίσκονται ἐν Κανᾷ τῆς Γαλιλαίας λίθιναι, αἵτινες λείψασαι πάλιν ἐπληροῦντο,