593
χωρήσασαι ἐν αὐταῖς ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, * περὶ τοῦ μέτρου τῆς παλαιᾶς καὶ νέας διαθήκης καὶ τριάδος τοῦ πληρώματος· αἵτινες ἀπὸ τοῦ ὕδατος εἰς οἶνον ἄκρατον μεταβέβληνται, πληρωθεῖσαι εἰς εὐφρασίαν γάμων καὶ υἱῶν τῶν ἀνθρώπων. ἔνθεν γὰρ τὸ ἑξαγωνιαῖον καλεῖται παρὰ τοῖς ἔξωθεν λόγοις διὰ τριάδος καὶ ἑβδομάδος εἰς εἴκοσι ἕνα ἀριθμὸν γεωμετρούμενον, οὗ ἑξαγωνιαίου σημασία ἐστὶ πληρώσεως τοῦ παντὸς ὁρωμένου κύτους, διὰ τὸ τετραχῆ ἔχειν, ὡς εἰπεῖν, * τὸ τετραγώνιον ὑποβάθραν τε καὶ τὴν ἄνωθεν τῆς ὀροφώσεως σκέπην ἕκτον ἀριθμὸν τελεῖν. 5. Ἀλλ' ἵνα μὴ εἰς πλάτος μηκύνω τὸν λόγον, πάλιν ἱκανῶς ἔχειν νομίζω περὶ τῶν ἑξήκοντα βασιλισσῶν ἕως τῆς τοῦ Χριστοῦ παρουσίας γενεῶν ἀριθμηθεισῶν τὰ εἰρημένα, μετὰ δὲ τὸν Χριστὸν καὶ δεῦρο τυγχανουσῶν λοιπὸν γενεῶν, καθὼς αὐτῷ τῷ κυρίῳ μόνῳ ἔγνωσται. οὐ3.501 κέτι γὰρ κατὰ γενεὰν οἱ ἀριθμοὶ παρά τισιν ἀνηνέχθησαν ἢ κατετάχθησαν, διὰ τὸ ἐπεσφραγίσθαι τὸν ἀριθμὸν τῆς τοιαύτης ὑποθέσεως καὶ ἀποκεκλεῖσθαι διὰ τοῦ τῶν βασιλισσῶν ἀριθμοῦ ἕως αὐτῆς τῆς ἐνσάρκου παρουσίας ἠριθμημένου. λοιπὸν γὰρ οἱ μετέπειτα συγγραφεῖς ἢ λογογράφοι ἢ χρονογράφοι ἢ ἱστοριογράφοι οὐκέτι γενεὰς ἀριθμοῦσιν, ἀλλ' ἢ βασιλέων τὰς διαδοχὰς καὶ χρόνους κατὰ τὸν τῶν ἐτῶν ἀριθμὸν ἑκάστου βασιλέως, ὥστε ἐξ ἅπαντος εὖ μάλα τὸν συνετὸν γινώσκειν ὅτι καὶ ἀπὸ τούτου τοῦ ζητήματος τὸ πᾶν τοῦ χρόνου συνετμήθη εἰς τὸν τῶν ˉξˉβ γενεῶν ἕως Χριστοῦ ἀριθμόν, διὰ τὸ μηκέτι μετὰ Χριστὸν κατὰ τὴν ὑπόθεσιν ταύτην διὰ γενεαλογιῶν τοὺς τοῦ κόσμου χρόνους ἀριθμεῖσθαι, τελειουμένου τοῦ ἀριθμοῦ ἐν μιᾷ συνενώσει τῇ σημαινομένῃ κατὰ τὸ τῆς εὐδοκίας θεοῦ ἀμετάστατον ἔρεισμα· ὡς ἀπὸ τῆς αὐτῆς τὴν τοῦ αἰῶνος συντέλειαν φαίνεσθαι συντεμνομένην καὶ ἐπὶ τὸ μεταβατικὸν τοῦ μέλλοντος αἰῶνος πληρουμένην. διὸ λέγει «μία ἐστὶ περιστερά μου, τελεία μου», ὡς ἕως αὐτῆς τῶν πάντων τελειουμένων, κἄν τε χρόνοι ὦσιν καὶ καιροί, ἐνιαυτοί τε καὶ διαστήματα γενεῶν κατά τε βασιλέας ἢ ὑπάτους ἢ ὀλυμπιάδας ἢ ἡγεμονίας ὁ αἰὼν ἑαυτὸν ἀριθμήσειεν. ὀγδοήκοντα δὲ παλλακαί, αἵτινες ἐν μέσῳ τῶν βασιλίδων καὶ πρὸ τῆς ἐνσάρκου βασιλείας τουτέστι τῆς πίστεως καὶ αὐτῆς ταύτης τῆς νύμφης καὶ παρθένου, καὶ ἀσπίλου τε καὶ «περιστερᾶς», τῆς «μόνης τῇ μητρὶ καὶ τῇ τεκούσῃ». 6. Ἐκκλησία γάρ ἐστιν ἀπὸ μιᾶς πίστεως γεγεννημένη, τεχθεῖσα δὲ διὰ πνεύματος ἁγίου, μία τῇ μόνῃ καὶ μία τῇ γεγεννηκυίᾳ. καὶ ὅσαι μετὰ ταύτην ἦλθον καὶ πρὸ αὐτῆς, παλλακίδες ὠνομασμέναι, αἵτινες τὸ πᾶν οὐκ ἀλλότριαι γεγένηνται διαθήκης καὶ κληρονομίας, μὴ πεπροικισμέναι δὲ ὑπὸ τοῦ λόγου καὶ μὴ δεξάμεναι ὑποδοχὴν τοῦ ἁγίου πνεύματος, μόνον δὲ συνάφειαν ὑπὸ συνείδησιν πρὸς τὸν Λόγον ἐσχηκυῖαι. καλῶς γὰρ ὁ Ἑβραῖος τὴν παλλακίδα ἔφρασε, φήσας αὐτὴν φελεγέσθα· φελέγ, ὃ ἑρμηνεύεται ἥμισυ, ἔσθα γυνή, ἵνα εἴπῃ ἥμισυ γυναικός. ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν κύριον, πάντας κέκληκεν εἰς ἐλευθέριον φῶς, φήσας «ὡς ἔχετε τὸ φῶς μεθ' ἑαυτῶν, ἐν φωτὶ περιπατεῖτε», καὶ ὁ ἅγιος ἀπόστολος λέγων «ὑμεῖς δὲ ἡμέρας ἐστὲ τέκνα καὶ τέκνα φωτός», καὶ πάλιν ἐν τῇ 3.502 θείᾳ γραφῇ λέγεται «ὁ ποιῶν τὰ φαῦλα μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς». οὕτω καὶ παλλακίδες οὐκ ἐν τῷ προφανεῖ, οὐκ ἐν τῇ τελειώσει, οὐδὲ ἐν προικὶ ἄγονται τοῖς ἀνδράσιν, εἰ καὶ συνάφειαν σχοῖεν αἱ αὐταὶ πρὸς τὰ σώματα τῶν ἀνδρῶν, οὐ μέντοι γε τὴν τῆς ἐλευθέρας γυναικὸς τιμὴν καὶ ὀνομασίαν καὶ βεβαίωσιν καὶ φερνὴν καὶ ἕδνα καὶ προικισμὸν καὶ γνησιότητα ἔχειν δύνανται. παλλακίδες γοῦν αἱ καθεξῆς ἀριθμηθεῖσαι αἱρέσεις, ὡς ἄνω ἔφην, ὀγδοήκοντα. μὴ θαυμαζέτω δέ τις εἰ καὶ ἄλλοις ὀνόμασιν ἑκάστη τούτων κικλήσκεται ἐν ἑκάστῃ χώρᾳ. ἀλλὰ καὶ ἐκεῖνο παρατηρητέον, ὅτι πολλάκις καθ' ἑαυτὴν πάλιν ἑκάστη αἵρεσις σχίσασα εἰς πολλὰ μέρη καὶ ὀνόματα διέστη· οὐ γάρ ἐστι θαῦμα· ἔστι γὰρ καὶ οὕτως. ὀγδοήκοντα