594
δὲ καὶ ἕνα ἀριθμὸν εὑρίσκομεν, ἕνα μὲν διὰ τὴν μίαν τῶν πασῶν διωρισμένην, μόνην δὲ τῷ νυμφίῳ κεκληρωμένην, ὑπ' αὐτοῦ δὲ ὁμολογουμένην τῇ τοιᾷδε ὀνομασίᾳ, ὅτι «μία ἐστὶ περιστερά μου», καὶ πάλιν «τελεία μου», ὡς τῶν πασῶν παλλακίδων ἀγενῶν οὐσῶν καὶ οὐκ ἐν ἀκακίᾳ ἐπιμετρουμένων, οὐδὲ ἐν ἁγνείᾳ καὶ ἡμερότητι. εἰσὶ μὲν οὖν αἱ ἀπ' ἀρχῆς συναπτόμεναι τῷ καλουμένῳ Βαρβαρισμῷ καὶ Σκυθισμῷ ἄχρι τῶν προειρημένων Μασσαλιανῶν ˉοˉζ τὸν ἀριθμόν, καὶ Ἑλληνισμός, ἐξ οὗ αἱ Ἑλληνικαὶ αἱρέσεις, καὶ Ἰουδαϊσμός, ἐξ οὗ αἱἸουδαϊκαί, καὶ Σαμαρειτική, ἐξ ἧς αἱ Σαμαρειτικαί· τῶν τριῶν τούτων ἐπὶ τὸν ἑβδομηκοστὸν ἕβδομον ἀριθμὸν προστιθεμένων εἰς ὀγδοηκοντάδα ἀριθμὸν πληροῦνται καὶ ἡ μία περιλείπεται, τουτέστιν ἡ ἁγία καθολικὴ ἐκκλησία καὶ Χριστιανισμὸς ὄντως ὠνομασμένος ἀπ' ἀρχῆς καὶ σὺν τῷ Ἀδὰμ καὶ πρὸ τοῦ Ἀδὰμ καὶ πρὸ πάντων τῶν αἰώνων σὺν Χριστῷ, θελήματι τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μετὰ πάντων τῶν κατὰ γενεὰν θεῷ εὐαρεστησάντων πιστευόμενος καὶ ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν κόσμῳ σαφῶς ἀποκαλυφθεὶς καὶ νῦν μετὰ τὰς αἱρέσεις ταύτας πάσας τὰς δὴ παλλακίδας καλουμένας ὑφ' ἡμῶν πάλιν ἐξυμνούμενος, ὡς κατὰ τὴν ἀκολουθίαν τοῦ λόγου. 7. Αὐτὸς γὰρ ὁ Λόγος ἐν τοῖς ᾄσμασιν οὕτως ἠρίθμησεν, «ἑξήκοντα βασιλίσσας» φήσας, καὶ «ὀγδοήκοντα παλλακίδας, καὶ νεάνιδας ὧν οὐκ ἔστιν ἀριθμός. μία δέ, φησίν, ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν». καὶ ὕστερον δείκνυσι πῶς παρὰ πᾶσιν εὑρεθήσεται, ὡς ἐντιμοτέρα πασῶν οὖσα καὶ πάντων δεσπό3.503 ζουσα καὶ αὐτῷ μόνη ἐκλελεγμένη, ἧς τὰ τέκνα κληρονόμα τοῦ βασιλέως καὶ τέκνα ἀληθινά, ὡς «τέκνα τῆς ἐπαγγελίας» καὶ οὐ «τέκνα τῆς παιδίσκης», οὔτε παλλακίδος, οὔτε τῶν ἄλλων τῶν ἀναρίθμως ἑρμηνευομένων. εἰ γὰρ καὶ ἀπὸ Χεττούρας τῆς παλλακίδος ἔσχεν ὁ Ἀβραὰμ τέκνα, οὐ συγκληρονόμα τυγχάνει τὰ τέκνα τῆς Χεττούρας τῷ Ἰσαάκ· δόματα δὲ ἔλαβεν, ὡς ληγάτου χάριν, ἵνα ὁ τύπος μένοι εἰς ἀναγωγὴν τοῦ λόγου, εἰς τὸ μὴ ἀπελπίσαι τινὰς τῆς τοῦ Χριστοῦ κλήσεως. καὶ γὰρ τὰ δόματα, ἃ ἔδωκε τῷ Ἰσμαὴλ καὶ τοῖς υἱοῖς Χεττούρας, τύπος ἦν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν εἰς ἐπιστροφὴν ἐθνῶν πρὸς τὴν πίστιν καὶ τὴν ἀλήθειαν. τῇ μὲν γὰρ Ἄγαρ παιδίσκῃ οὔσῃ καὶ ἀπὸ τοῦ Ἀβραὰμ ἐκβληθείσῃ ὡς ἡ δουλεύσασα κάτω Ἱερουσαλὴμ μετὰ τῶν τέκνων αὐτῆς, περὶ ἧς εἴρηται «ἀπέρριψα τὴν μητέρα ὑμῶν», καὶ πάλιν «ἔδωκα βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς» ταύτῃ γὰρ τῇ παιδίσκῃ, Ἄγαρ δέ φημι, συμβολικώτερον δι' ἐλπίδα ἐπιστροφῆς ἀσκὸν δίδωσιν ὕδατος, ἵνα δείξῃ «τοῦ λουτροῦ τῆς παλιγγενεσίας» τὴν δύναμιν, εἰς δόμα ζωῆς τοῖς ἀπίστοις ἀποδοθεῖσαν καὶ εἰς ἐπιστροφὴν πάντων τῶν ἐθνῶν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. τοῖς δὲ υἱοῖς Χεττούρας τὰ δόματα ἦν χρημάτων ὕπαρξις, χρυσὸς καὶ ἄργυρος καὶ ἱματισμός, καὶ ἅτινα ἐν μυστηρίῳ Ἀβραὰμ ἀπέκλεισεν ἐν ταῖς πήραις, «λίβανον καὶ σμύρναν καὶ χρυσόν», τῶν μετὰ τῶν βασιλέων Σοδόμων καὶ Γομόρρας, τῶν σκυλευθέντων ὑπὸ τῶν περὶ Χοδολλογόμορ καὶ Βαρσὰ καὶ λοιπῶν τῶν τὴν αἰχμαλωσίαν ἀπὸ Σοδόμων καὶ Γομόρρων καὶ λοιπῶν λαβόντων καὶ σκυλευσάντων τὴν τε ἵππον καὶ αἰχμαλωτισάντων τὸ πλῆθος τῶν ἀνθρώπων καὶ ἀφαρπαξάντων τὰς ἀπὸ ἑκάστου περιουσίας τε καὶ χρημάτων καὶ τῶν ἄλλων πλῆθος· ἃ αὐτὸς ἀπέστρεψεν «ἀπὸ τῆς κοπῆς τῶν βασιλέων» τότε καὶ οὔτε ἀποστρέψαι τὰ ἤδη κυρίῳ θεῷ ἀποταχθέντα τολμήσαντος αὐτοῦ, ἀλλὰ δεδωκότος αὐτὰ δόματα μετὰ τῶν ἄλλων τοῖς υἱοῖς αὐτοῦ τοῖς ἀπὸ Χεττούρας, ὡς εὕρομεν ἐν ταῖς παραδόσεσι τῶν Ἑβραίων. 8. Ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τῶν αὐτῶν τέκνων τοῦ Ἀβραὰμ τῶν ἀπὸ Χεττούρας ἐκβληθέντων ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἀπελθόντων καὶ κατοικησάντων εἰς τὰ μέρη τὰ Ἀραβικὰ τῆς Μαγωδίας χώρας, διὰ τῶν ἐλθόντων μάγων ἀπὸ τῆς διαδοχῆς τῶν