595
σπερμάτων ἐκείνων προσενεγκάν3.504 των τε δόματά τε καὶ δῶρα εἰς συμμετοχὴν τῆς αὐτῆς ἐλπίδος προσηνέχθησαν τῷ Χριστῷ ἐν Βηθλεὲμ τὰ αὐτὰ δῶρα, ὅτε τὸν ἀστέρα θεασάμενοι ἦλθον· ὧν δώρων τὴν σαφῆ παράστασιν ὁ προφήτης παρίστησι λέγων ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ταῦτα γὰρ ἀπὸ ∆αμασκοῦ ἐν χρόνοις Ἀβραάμ, ὡς προεῖπον, ὑπὸ τῶν βασιλέων τῶν ἐλθόντων εἴληπται καὶ ἀπὸ Σαμαρείας. πότε οὖν ἔλαβεν αὐτὰ «πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα», ἀλλ' ὅτε ἦλθον οἱ μάγοι καὶ «ἤνοιξαν τὰς πήρας ἑαυτῶν» ἢ τοὺς θησαυρούς, ὡς ἔχει ἔνια τῶν ἀντιγράφων καὶ «προσήνεγκαν καὶ σμύρναν καὶ λίβανον καὶ χρυσόν»; καὶ ὁρᾷς πῶς ἔχουσιν αἱ τῆς ἀληθείας φράσεις καὶ ἀκολουθίαι; ὡς καὶ αὗται αἱ αἱρέσεις παλλακίδες ὑπάρχουσι καὶ τὰ αὐτῶν τέκνα ἔλαβε δόματα, τὸ ὄνομα μόνον λαβοῦσαι, ὀνόματι μόνον Χριστοῦ κληθεῖσαι καὶ τοὺς ὀλίγους ἀπὸ τῆς θείας γραφῆς λόγους ὑποδεξάμεναι, ἵνα δι' αὐτῶν συνῶσι τὴν ἀλήθειαν, ἐὰν θέλωσιν· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ ἀνακάμψωσι πρὸς τὸν Ἡρῴδην παραγγέλλονται γὰρ μὴ ἀνακάμπτειν πρὸς Ἡρῴδην, ἀλλὰ δι' ἄλλης ὁδοῦ ἀφικνεῖσθαι εἰς τὴν ἑαυτῶν πατρίδα-ἐὰν δὲ μὴ ποιήσωσι τὰ προστεταγμένα, μάτην ἑαυτοῖς τὰ δόματα, ὡς ἐκείνοις ἡ ἔλευσις, εἰ ἀνέκαμψαν πρὸς τὸν Ἡρῴδην, διὰ τὸ ὁμοίως τὰς αὐτὰς αἱρέσεις παραχαράσσειν τῶν θείων λόγων τὰ διδάγματα. 9. Αὗται οὖν εἰσιν αἱ ὀγδοήκοντα παλλακίδες, ὧν ὁ ἀριθμὸς οὗτος ἐμφέρεται, κἀκεῖναι αἱ βασίλισσαι αἱ κατὰ τὰς γενεὰς ἀριθμηθεῖσαι ψυχαί, τουτέστιν ἄνδρες καὶ πατριάρχαι. νεάνιδες δέ, ὧν οὐκ ἔστιν ἀριθμός, ἐν ταῖς λοιπὸν κατὰ πάντα κόσμον φιλοσοφίαις καὶ ἑκάστης ψυχῆς πολιτείαις, τῆς μὲν οὔσης ἐπαινετῆς, τῆς δὲ οὔ. τίς γὰρ ἀριθμήσειε τοῦ κόσμου τούτου τὴν διαφοράν; πόσαι γὰρ ἄλλαι παρ' Ἕλλησι μετὰ τὰς προειρημένας τέτταρας φανερωτάτας οὐκ ἔφυσαν καὶ ἔτι μετὰ τὰς αἱρέσεις ἐκείνας καὶ τὰς μετέπειτα κατὰ τὴν ἑκάστου γνώμην ἐν δοκήσει νεανιότητος καθ' ἑαυτὰς γινόμεναι ψυχαί τε καὶ γνῶμαι; ὡς Πυρρώνειοι καλοῦνταί τινες καὶ ἄλλοι πλείους, ὧν τὰ ὀνόματα καὶ τὰς δόξας καθ' εἱρμὸν ὑποτάξω, πολλῶν μὲν ὄντων τῶν εἰς γνῶσιν ἡμῶν ἐληλυθότων, πολλοστημόριον δὲ τοῦτο τῶν ἐν κόσμῳ ὑπαρχόντων. καὶ εἰσὶ μὲν αἱ ἐξ Ἑλλήνων αἵδε, ὧν πρώτην τάξαιμι ἀπ' ἀρχῆς τὴν Θαλοῦ τοῦ Μιλησίου γνώμην τε καὶ δόξαν. 3.505 Αὐτὸς γὰρ Θαλῆς ὁ Μιλήσιος, εἷς ὢν τῶν ἑπτὰ σοφῶν, ἀρχέγονον πάντων ἀπεφήνατο τὸ ὕδωρ· ἐξ ὕδατος γάρ φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ πάλιν ἀναλύεσθαι. Ἀναξίμανδρος ὁ τοῦ Πραξιάδου καὶ αὐτὸς Μιλήσιος τὸ ἄπειρον ἀρχὴν ἁπάντων ἔφησεν εἶναι· ἐκ τούτου γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸ τὰ πάντα ἀναλύεσθαι. Ἀναξιμένης ὁ τοῦ Εὐρυστάτου καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα τοῦ παντὸς ἀρχὴν εἶναι λέγει καὶ ἐκ τούτου τὰ πάντα. Ἀναξαγόρας ὁ τοῦ Ἡγησιβούλου ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων τὰς ὁμοιομερείας ἔφησεν εἶναι. Ἀρχέλαος ὁ Ἀπολλοδώρου, κατὰ δέ τινας Μίλτωνος, Ἀθηναῖος δὲ ἦν, ὁ φυσικός, ἐκ γῆς τὰ πάντα λέγει γεγενῆσθαι. αὕτη γὰρ ἀρχὴ τῶν ὅλων ἐστίν, ὥς φησι. Σωκράτης ὁ τοῦ † Ἐλμάγλου ἢ Σωφρονίσκου καὶ Φαιναρέτης τῆς μαίας, ὁ ἠθικός, τὰ καθ' ἑαυτὸν ἔλεγε μόνον δεῖν περιεργάζεσθαι τὸν ἄνθρωπον, πλείονα δὲ μή. Φερεκύδης καὶ αὐτὸς γῆν φησι πρὸ πάντων γεγενῆσθαι. Πυθαγόρας ὁ Σάμιος, Μνησάρχου υἱός, θεὸν ἔφη εἶναι τὴν μονάδα καὶ δίχα ταύτης μηδὲν γεγενῆσθαι. ἔλεγε δὲ μὴ δεῖν θύειν τοῖς θεοῖς ζῷα μηδὲ μὴν ἐσθίειν τι τῶν ἐμψύχων μήτε κυάμους μήτε οἶνον πίνειν τοὺς σοφούς. ἔλεγε δὲ τὰ ἀπὸ σελήνης κάτω παθητὰ εἶναι πάντα, τὰ δὲ ὑπεράνω τῆς σελήνης ἀπαθῆ εἶναι. ἔλεγε δὲ καὶ μεταβαίνειν τὴν ψυχὴν εἰς πολλὰ ζῷα. ἐκέλευσε δὲ καὶ τοῖς μαθηταῖς αὐτοῦ σιωπᾶν ἐπὶ πενταετῆ χρόνον καὶ τὸ τελευταῖον θεὸν ἑαυτὸν ἐπωνόμασε. Ξενοφάνης ὁ τοῦ Ὀρθομένους, Κολοφώνιος, ἐκ γῆς καὶ ὕδατος