596
ἔφη τὰ πάντα γίνεσθαι. εἶναι δὲ τὰ πάντα, ὡς ἔφη, οὐδὲν ἀληθές. οὕτως τὸ ἀτρεκὲς ἡμῖν ἄδηλον, δόκησις δὲ ἐπὶ πᾶσι τέτυκται, μάλιστα τῶν ἀφανέων. Παρμενίδης ὁ τοῦ Πύρητος, τὸ γένος Ἐλεάτης, καὶ αὐτὸς τὸ ἄπειρον ἔλεγεν ἀρχὴν τῶν πάντων. Ζήνων ὁ Ἐλεάτης, ὁ ἐριστικός, ἴσα τῷ ἑτέρῳ Ζήνωνι, καὶ τὴν γῆν ἀκίνητον λέγει καὶ μηδένα τόπον κενὸν εἶναι. καὶ λέγει οὕτως· τὸ κινού3.506 μενον ἤτοι ἐν ᾧ ἐστι τόπῳ κινεῖται ἢ ἐν ᾧ οὐκ ἔστι. καὶ οὔτε ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ οὐκ ἔστιν· οὐκ ἄρα τι κινεῖται. Μέλισσος ὁ τοῦ Ἰθαγένους, Σάμιος τὸ γένος, ἓν τὸ πᾶν ἔφη εἶναι, μηδὲν δὲ βέβαιον ὑπάρχειν τῇ φύσει, ἀλλὰ πάντα εἶναι φθαρτὰ ἐν δυνάμει. Λεύκιππος ὁ Μιλήσιος, κατὰ δέ τινας Ἐλεάτης, καὶ οὗτος ἐριστικός· ἐν ἀπείρῳ καὶ οὗτος τὸ πᾶν ἔφη εἶναι, κατὰ φαντασίαν δὲ καὶ δόκησιν τὰ πάντα γίνεσθαι καὶ μηδὲν κατὰ ἀλήθειαν, ἀλλ' οὕτω φαίνεσθαι κατὰ τὴν ἐν τῷ ὕδατι κώπην. ∆ημόκριτος ὁ τοῦ ∆αμασίππου Ἀβδηρίτης τὸν κόσμον ἄπειρον ἔφη καὶ ὑπὲρ κενοῦ κεῖσθαι. ἔφη δὲ καὶ ἓν τέλος εἶναι τῶν πάντων, καὶ εὐθυμίαν τὸ κράτιστον εἶναι, τὰς δὲ λύπας ὅρους κακίας· καὶ τὸ δοκοῦν δίκαιον οὐκ εἶναι δίκαιον, ἄδικον δὲ τὸ ἐναντίον τῆς φύσεως. ἐπίνοιαν γὰρ κακὴν τοὺς νόμους ἔλεγε, καὶ ὅτι οὐ χρὴ νόμοις πειθαρχεῖν τὸν σοφόν, ἀλλὰ ἐλευθερίως ζῆν. Μητρόδωρος ὁ Χῖος ἔφη μηδένα μηδὲν ἐπίστασθαι, ἀλλὰ ταῦτα ἃ δοκοῦμεν γινώσκειν ἀκριβῶς οὐκ ἐπιστάμεθα, οὐδὲ ταῖς αἰσθήσεσι δεῖ προσέχειν· δοκήσει γάρ ἐστι τὰ πάντα. Πρωταγόρας ὁ τοῦ Μενάνδρου Ἀβδηρίτης ἔφη μὴ θεοὺς εἶναι, μηδὲ ὅλως θεὸν ὑπάρχειν. ∆ιογένης ὁ Σμυρναῖος, κατὰ δέ τινας Κυρηναῖος, τὰ αὐτὰ τῷ Πρωταγόρᾳ ἐδόξασε. Πύρρων ἀπὸ Ἤλιδος τῶν ἄλλων σοφῶν τὰ δόγματα συναγαγὼν πάντα ἀντιθέσεις αὐτοῖς ἔγραψεν, ἀνατρέπων τὰς δόξας αὐτῶν, καὶ οὐδενὶ δόγματι ἠρέσκετο. Ἐμπεδοκλῆς ὁ τοῦ Μέτωνος Ἀκραγαντῖνος πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα τέτταρα πρωτόγονα εἰσέφερε στοιχεῖα, καὶ ἔλεγεν ἔχθραν ὑπάρχειν πρῶτον τῶν στοιχείων. κεχώριστο, γάρ φησι, τὸ πρότερον, νῦν δὲ συνήνωται, ὡς λέγει, φιλωθέντα ἀλλήλοις. δύο οὖν εἰσι κατ' αὐτὸν ἀρχαὶ καὶ δυνάμεις, ἔχθρα καὶ φιλία, ὧν ἡ μέν ἐστιν ἑνωτική, ἡ δὲ διαχωριστική. Ἡράκλειτος ὁ τοῦ Βλέσωνος Ἐφέσιος ἐκ πυρὸς ἔλεγε τὰ πάντα εἶναι καὶ εἰς πῦρ πάλιν ἀναλύεσθαι. 3.507 Πρόδικος τὰ τέσσαρα στοιχεῖα θεοὺς καλεῖ, εἶτα ἥλιον καὶ σελήνην· ἐκ γὰρ τούτων πᾶσι τὸ ζωτικὸν ἔλεγεν ὑπάρχειν. Πλάτων Ἀθηναῖος θεὸν ἔλεγε καὶ ὕλην εἶναι καὶ εἶδος, τὸν κόσμον δὲ γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν ψυχὴν δὲ ἀγένητον καὶ ἀθάνατον καὶ θείαν λέγει. εἶναι δὲ αὐτῆς τρία μέρη, λογικὸν θυμικὸν καὶ ἐπιθυμητικόν. ἔλεγε δὲ τοὺς γάμους καὶ τὰς γυναῖκας δεῖν κοινὰς τοῖς πᾶσι γίνεσθαι καὶ μηδένα ἰδίᾳ μίαν ἔχειν γαμετήν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι. Ἀρίστιππος ὁ Κυρηναῖος· οὗτος γαστρίμαργος ὢν καὶ φιλήδονος τέλος ἔφη τῆς ψυχῆς τὴν ἡδονήν, καὶ ὅστις ἥδεται, εὐδαίμων οὗτος, ὁ δὲ μηδ' ὅλως ἡδόμενος τρισάθλιος καὶ κακοδαίμων, ὥς φησι. Θεόδωρος ὁ ἄθεος ἐπικληθεὶς ἔφη λῆρον εἶναι τοὺς περὶ τοῦ θεοῦ λόγους. ᾤετο γὰρ μὴ εἶναι θεῖον, καὶ τούτου ἕνεκεν προὐτρέπετο πάντας κλέπτειν, ἐπιορκεῖν, ἁρπάζειν καὶ μὴ ὑπεραποθνήσκειν πατρίδος. ἔλεγε γὰρ μίαν πατρίδα εἶναι τὸν κόσμον, καὶ ἀγαθὸν μόνον ἔλεγε τὸν εὐδαιμονοῦντα, φεύγειν δὲ δεῖν τὸν δυστυχοῦντα, κἂν ᾖ σοφός. καὶ αἱρετὸν εἶναι τὸν ἄφρονα πλούσιον ὄντα καὶ ἀπειθῆ. Ἡγησίας Κυρηναῖος· οὗτος ἔφη μήτε φιλίας μήτε χάριτας εἶναι. μὴ ὑπάρχειν γὰρ αὐτὰς ἔλεγεν, ἀλλὰ χρῄζων τις ἔδωκε χάριν ἢ κρεῖττόν τι παθὼν εὐεργετεῖ. ἔλεγε δὲ καί· τῷ φαύλῳ ἀνδρὶ λυσιτελὲς τὸ ζῆν, τῷ δὲ σοφῷ τὸ ἀποθανεῖν, ὥς τινας ἐκ τούτου πεισιθάνατον αὐτὸν καλέσαι. Ἀντισθένης ὁ ἐκ Θρᾴττης μητρός, αὐτὸς δὲ Ἀθηναῖος, τὸ πρῶτον Σωκρατικός, ἔπειτα Κυνικός, ἔφησε μὴ χρῆναι τὰ καλὰ ζηλοτυπεῖν ἑτέρων ἢ τὰ παρ' ἀλλήλοις αἰσχρά, τὰ δὲ τείχη τῶν πόλεων εἶναι σφαλερὰ πρὸς τὸν ἔσω προδότην, ἀσάλευτα δὲ τὰ τῆς ψυχῆς