597
τείχη καὶ ἀρραγῆ. ∆ιογένης ὁ Κυνικός, ἀπὸ Σινώπης τῆς κατὰ τὸν Πόντον πόλεως, τὰ πάντα Ἀντισθένει συνῆν. ἔφησε τὸ ἀγαθὸν † οἰστὸν παντὶ σοφῷ εἶναι, τὰ δ' ἄλλα πάντα οὐδὲν ἢ φλυαρίας ὑπάρχειν. Κράτης ἀπὸ Θηβῶν τῶν Βοιωτικῶν, καὶ αὐτὸς Κυνικός, ἔλεγεν ἐλευθερίαν εἶναι τὴν ἀκτημοσύνην. 3.508 Ἀρκεσίλαος ἔφασκε τῷ θεῷ ἐφικτὸν εἶναι μόνῳ τὸ ἀληθές, ἀνθρώπῳ δὲ οὔ. Καρνεάδης τὰ αὐτὰ τῷ Ἀρκεσιλάῳ ἐδόξασεν. Ἀριστοτέλης ὁ Νικομάχου, κατὰ μέν τινας Μακεδὼν ἀπὸ Σταγείρων, ὡς δὲ ἔνιοι Θρᾲξ ἦν τὸ γένος. ἔλεγε δὲ δύο ἀρχὰς εἶναι, θεὸν καὶ ὕλην, καὶ τὰ μὲν ὑπεράνω τῆς σελήνης θείας προνοίας τυγχάνειν, τὰ δὲ κάτωθεν τῆς σελήνης ἀπρονόητα ὑπάρχειν καὶ φορᾷ τινι ἀλόγῳ φέρεσθαι ὡς ἔτυχεν. εἶναι δὲ λέγει δύο κόσμους, τὸν ἄνω καὶ τὸν κάτω, καὶ τὸν μὲν ἄνω ἄφθαρτον, τὸν δὲ κάτω φθαρτόν. καὶ τὴν ψυχὴν ἐνδελέχειαν σώματος λέγει. Θεόφραστος Ἐρέσιος τὰ αὐτὰ Ἀριστοτέλει ἐδόξασε. Στράτων ὢν ἐκ Λαμψάκου τὴν θερμὴν οὐσίαν ἔλεγεν αἰτίαν πάντων ὑπάρχειν. ἄπειρα δὲ ἔλεγεν εἶναι τὰ μέρη τοῦ κόσμου, καὶ πᾶν ζῷον ἔλεγε νοῦ δεκτικὸν εἶναι. Πραξιφάνης Ῥόδιος τὰ αὐτὰ τῷ Θεοφράστῳ ἐδόξασε. Κριτόλαος ὁ Φασηλίτης τὰ αὐτὰ τῷ Ἀριστοτέλει ἐδόξασε. Ζήνων ὁ Κιτιεὺς ὁ Στωϊκὸς ἔφη μὴ δεῖν θεοῖς οἰκοδομεῖν ἱερά, ἀλλ' ἔχειν τὸ θεῖον ἐν μόνῳ τῷ νῷ, μᾶλλον δὲ θεὸν ἡγεῖσθαι τὸν νοῦν· ἔστι γὰρ ἀθάνατος. τοὺς δὲ τελευτῶντας ζῴοις παραβάλλειν χρῆναι, ἢ πυρί. καὶ τοῖς παιδικοῖς χρῆσθαι ἀκωλύτως. ἔλεγε δὲ πάντα διήκειν τὸ θεῖον. τὰς δὲ αἰτίας τῶν πραγμάτων πῆ μὲν ἐφ' ἡμῖν, πῆ δὲ οὐκ ἐφ' ἡμῖν, τουτέστι τὰ μὲν τῶν πραγμάτων ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. ἔλεγε δὲ καὶ μετὰ χωρισμὸν τοῦ σώματος * καὶ ἐκάλει τὴν ψυχὴν πολυχρόνιον πνεῦμα, οὐ μὴν δὲ ἄφθαρτον δι' ὅλου ἔλεγεν αὐτὴν εἶναι· ἐκδαπανᾶται γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου εἰς τὸ ἀφανές, ὥς φησι. Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱερὰς καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον καὶ τὸν κόσμον * μύστας καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε. 3.509 Περσαῖος τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισε. Χρύσιππος ὁ Σολεὺς νόμους ἔγραψεν οὐ θεμιτούς. ἔλεγε γὰρ δεῖν μίγνυσθαι ταῖς μητράσι τοὺς παῖδας, τοῖς δὲ πατράσι τὰς θυγατέρας. εἰς δὲ τὰ ἄλλα συνεφώνησε Ζήνωνι τῷ Κιτιεῖ. πρὸς τούτοις δὲ ἔλεγε καὶ ἀνθρωποβορεῖν. ἔλεγε δὲ τὸ τέλος πάντων τὸ ἡδυπαθὲς εἶναι. ∆ιογένης ὁ Βαβυλώνιος ἔλεγε τὰ σύμπαντα συνίστασθαι ἐξ ἡδονῆς. Παναίτιος ὁ Ῥόδιος τὸν κόσμον ἔλεγεν ἀθάνατον καὶ ἀγήρω, καὶ τῆς μαντείας κατ' οὐδὲν ἐπεστρέφετο, καὶ τὰ περὶ θεῶν λεγόμενα ἀνῄρει. ἔλεγε γὰρ φλήναφον εἶναι τὸν περὶ θεοῦ λόγον. Ποσειδώνιος Ἀπαμεὺς ἔλεγε τὸ μέγιστον ἐν ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον καὶ ὑγείαν. Ἀθηνόδωρος Ταρσεὺς τὰ αὐτὰ Χρυσίππῳ ἐδόξασε καὶ τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισεν. Ἐπίκουρος ὁ Νεοκλέους ἐν Ἀθήναις τραφείς, φιλήδονον βίον μετῆλθε, καὶ οὐκ ἠρυθρία γυναιξὶ συνὼν δημοσίᾳ ἀκολάστοις καθ' ἃ πρῴην περὶ αὐτοῦ εἴπομεν. πάλιν ἔλεγε μὴ εἶναι θεοὺς ἀλλ' ἢ μόνον τύχην διοικεῖν τὰ πάντα, καὶ μηδὲν εἶναι τῶν ἐν τῷ βίῳ ἑκούσιον, μήτε μάθησιν μήτε ἀπαιδευσίαν μήτε ἄλλο μηδέν, ἀλλὰ πάντα ἀκούσια γίνεσθαι πᾶσι. καὶ οὐ χρὴ ψέγειν τινά, ὥς φησιν, οὔτε ἐπαινεῖν· οὐ γὰρ ἑκόντες ταῦτα ὑφίστανται. ἔλεγε δὲ μὴ δεῖν φοβηθῆναι τὸν θάνατον. διεβεβαιοῦτο δέ, ὡς ἤδη ἔφην, καὶ ἐξ ἀτόμων τὸ πᾶν τὴν σύστασιν ἔχειν καὶ τὸν κόσμον ἐν ἀπείρῳ εἶναι. 10. Καὶ οὗτοι μὲν οἳ ἐξ Ἑλλήνων εἰς γνῶσιν ἡμῶν ἐληλύθασιν· ἄλλοι δὲ ὅσοι κατὰ τὴν βάρβαρον καὶ Ἑλλάδα Ῥωμανίαν τε καὶ τὰ ἄλλα κλίματα τῆς οἰκουμένης· ἑβδομήκοντα δύο μὲν ἀηδεῖς φιλοσοφίαι ἐν τῇ τῶν Ἰνδῶν ἐμφέρονται φατρίᾳ, τῶν τε γυμνοσοφιστῶν, τῶν τε Βραχμάνων, ἐπαινετῶν τούτων μόνων, τῶν τε Ψευδοβραχμάνων, τῶν τε νεκυοφάγων, τῶν τε αἰσχροποιῶν, τῶν τε ἀπηλγημένων· ὧν