598
τὸ κατ' εἶδος λέγειν καὶ τὰ παρ' αὐτῶν μυσαρὰ γινόμενα περιττὸν ἡγησάμεθα καὶ οὐδὲν ἄξιον, διὰ τὴν πολλὴν ἐν τοῖς ἀνθρώποις φθοράν, κακίας τε καὶ * ἐργασίαν. ἐν μὲν γὰρ τῇ Μηδίᾳ ἓξ αἱρέσεις πάλιν λέγονται εἶναι 3.510 διάφοροι, ἐν δὲ τῇ Αἰθιοπίδι ὅσαι, παρὰ Πέρσαις τε ἢ ἐν τῇ Παρθίᾳ ἢ Ἐλαμίτιδι ἢ Κασπίᾳ ἢ Γερμανῶν χώρᾳ, ἢ Σαρματίᾳ ἢ ὁπόσοι ἐν τοῖς ∆αύνισιν ἢ παρὰ Ζικχοῖς καὶ Ἀμαζόσι, Λαζοῖς τε καὶ Ἴβηρσι καὶ Βοςπορηνοῖς ἢ Γηλοῖς ἢ Σηροῖς ἢ τοῖς ἄλλοις ἔθνεσι, πόσαι νόμων τε διαφοραὶ καὶ φιλοσοφιῶν καὶ αἱρέσεων καὶ διαφορῶν ἄμετρον πλῆθος. ὡς Σηροὶ μὲν ἄνδρες ἐμπλέκονται, οἴκαδε καθεζόμενοι, μυριζόμενοί τε καὶ θηλευόμενοι, γυναιξὶν ἑτοιμαζόμενοι, αἱ δὲ γυναῖκες τὸ ἀνάπαλιν τὴν τρίχα τῆς κεφαλῆς κουρευόμεναι, ἀνδρείῳ ζώματι ζωννύμεναι καὶ τὰ κατὰ τὴν ἄρουραν πάντα ἔργα ἐκτελοῦσαι. παρὰ Γηλοῖς δὲ τοὐναντίον οἱ τὰ φαῦλα δρῶντες πρὸς τῶν νόμων αὐτῶν ἐπαινοῦνται. παρ' Ἕλλησι δὲ πόσα μυστήρια καὶ τελεταί; ὡς αἱ μεγαρίζουσαι γυναῖκες καὶ θεσμοφοριάζουσαι ἀλλῆλαι πρὸς ἀλλήλας διαφέρονται· ὅσα τε ἄλλα, τά τε ἐν Ἐλευσῖνι μυστήρια ∆ηοῦς καὶ Φερεφάττης καὶ τῶν ἐκεῖσε ἀδύτων τὰ αἰσχρουργήματα, γυναικῶν ἀπογυμνώσεις, ἵνα σεμνότερον εἴπω, τύμπανά τε καὶ πόπανα, ῥόμβος τε καὶ κάλαθος, ἐρέα ἐξειργασμένη καὶ κύμβαλον καὶ κυκεὼν ἐκπώματι κατεσκευασμένος, ὅσα τε ἄλλα, τὰ ἐν Πυθοῖ Ἀρχεμόρου τὰ μυστήρια, ἐν Ἰσθμοῖς δὲ ἕτερα, Ἀθάμαντός τε καὶ Μελικέρτου τοῦ Ἰνοῦς γόνου· καὶ ὅσοι τὸν φαλλὸν ἀναστρέφοντες, αἵ τε † φαλλαρίζουσαι αἰσχρουργίας μελετήματα, οἵ τε τὴν Ῥέαν θεραπεύοντες ἄνδρες, παρακόψαντες τε τὸν παῖδα τὸν ἄρρενα, ἄνευ σχήματος μορίων διατελέοντες, οὔτε μὴν ἄνδρες δυνάμενοι ἔτι εἶναι οὔτε γυναῖκες γεγενημένοι· ∆ιονύσιοί τε ἕτεροι, οἱ τοὺς Κούρητας καὶ τὴν κρεωνομίαν μυοῦντες, τοὺς ὄφεις ἀνεστεμμένοι, εὐάζοντες τὸ οὐὰ οὐά, ἐκείνην τὴν Εὔαν ἔτι τὴν διὰ τοῦ ὄφεως ἀπατηθεῖσαν ἐπικα3.511 λούμενοι ἢ διὰ τῆς δασείας φωνῆς τὸν ὄφιν ἀπὸ τῆς Ἑβραΐδος εἰς ἑαυτῶν πλάνην κικλήσκοντες. Εὔα γὰρ κατὰ τὴν ψιλὴν ἀπόδοσιν τὴν γυναῖκα, κατὰ δὲ τὴν δασεῖαν εὑΐα τὸν ὄφιν παῖδες Ἑβραίων ὀνομάζουσι. 11. Καὶ «τί ἐρῶ; ἐπιλείψει γάρ μοι ὁ καιρὸς διηγουμένῳ» περὶ τῶν ἀμυθήτως ἐχόντων τῷ ἀριθμῷ ἐν ταῖς τῶν ἀνθρώπων διαφοραῖς πρὸς τῇ ἀρετῇ τε καὶ φαυλότητι· ὅσοι μὲν κατὰ τὴν Αἰγυπτίων χώραν τῷ μὲν Κρόνῳ ἕτεροι τελισκόμενοι, κλοιοῖς ἑαυτοὺς σιδηρέοις καθείρξαντες, χαίτῃ τε ὑπερτάτῃ, ἐσθῆτί τε ῥυπαρᾷ καὶ καταμεμωκημένῃ χρώμενοι, ὡς κρίκοις μὲν τοὺς ἑαυτῶν μυκτῆρας ἐμπείραντες καθ' ἑκάστην τῷ Κρόνῳ ἐν τῇ Ἀστῷ καλουμένῃ πολίχνη δέ ἐστιν αὕτη μητροκωμία κατὰ τὸν Προσωπίτην καλούμενον νομόν κατὰ τὰς ἐναγεῖς τῆς πανδήμου τῶν πεπλανημένων συνελεύσεως τελετὰς καὶ τῶν παταγιζόντων καὶ ὀργιώντων ἐμμανεῖς δῆθεν ἱεροφαντίας σχηματίζονται· ἐξώλεις δὲ οὗτοι. παρ' ἄλλοις δὲ ὅσοι, ὡς οἱ μὲν παρὰ τὸν Βουτικὸν ἢ αὐτὴν τὴν Βουτὼ τὴν πολίχνην τὸν Ἁρποκράτην τιθηνοῦντες, οἳ γέροντες μὲν ἤδη εἰσὶ τὴν ἡλικίαν *, οἱ πρὸς τῇ ἱερομηνίᾳ τὰς φαντασιώδεις τοῦ Ὤρου ἐνθουσιάσεις ἐπιτελεῖν ἐκ τοῦ δαίμονος ἀναγκαζόμενοι. ἕκαστος δὲ τῶν πολιτῶν, καὶ πρεσβύτης ἤδη ὑπεράγαν ἅμα νεανίαις ὁμοτρόποις καὶ ἑτέραις ἡβηδὸν ἡλικίαις, ἱερεῖς τοῦ αὐτοῦ Ὤρου δῆθεν καὶ Ἁρποκράτους, ἐπὶ τῆς κάρας ἐξυρημένοι, μᾶλλον ἕκαστος φέρει ἀναιδῶς τὸ δουλικὸν ὁμοῦ καὶ ἐπικατάρατον καὶ παιδαριῶδες σῆμα φέροντες, ἀθύρμασί τε παρὰ τοῖς συνετοῖς τοῖς ἀπὸ τοῦ δαίμονος ἑαυτοὺς ἐκδεδωκότες, ἐμμανεῖς τε καὶ ἀφραίνοντες γελοιώμενοί τε ἀσχέτως φέρονται, ἀθήραις τε καὶ σεμιδάλεσιν, ἄλλαις τε βαναυσοποιίαις πρῶτον μὲν τὰς ὄψεις χρίσαντες, εἶτα λέβητι ἀνακοχλάζοντι τὸ πρόσωπον ἐνθέντες ἀπό τε τοῦ προσώπου δῆθεν ὑπὲρ θαύματος ἀπατηλῶς τὰ πλήθη ἐξοιστρήσαντες, μεταδιδόασι τῇ χειρὶ ἀπὸ τοῦ προσώπου ἀπομαξάμενοι ἑκάστῳ τῶν αἰτησάντων εἰς μετάληψιν ὑγείας τε καὶ ἄκους πόνων