599
ἕνεκεν. 12. Τὰς δὲ Μεμφίτιδας καὶ Ἡλιουπολίτιδας ὀργιώσας, τυμπάνῳ τε καὶ αὐλῷ τὸ θέλγηστρον εἰς ἑαυτὰς λαμβανούσας εἰ διηγησαί3.512 μην, χορίτιδάς τε καὶ τριετηρίτιδας καὶ τὰς ἐπὶ τῆς Βαθείας καὶ ἐν Μενουθίτιδος ἔξω βεβηκυίας αἰδοῦς τε καὶ καταστάσεως γυναικείας, πόσοις ὄγκοις γλώττης, ἢ πόσῳ πλάτει συντάξεως ἑαυτὸν ἐπιδοὺς ἐπὶ τὸν προειρημένον ἀριθμὸν τὸν ἀμύθητον ἑαυτὸν ἐκδοῦναι δυνήσωμαι; εἰ γὰρ καὶ κάματον ὑπερβάλλοντα εἰς ἐμαυτὸν ἀναδεξαίμην, ἀτέλεστον καταλείψαιμι τὴν τούτων κατάληψιν, ἐπειδὴ γὰρ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός» εἴρηται. τά τε ἐν Σάϊ τά τε ἐν Πηλουσίῳ τά τε ἐν Βουβαστῷ τά τε ἐν Ἀβύδῃ τά τε τοῦ Ἀντινόου τεμένη, καὶ τὰ ἐκεῖσε μυστήρια, τὰ ἐν Φαρβήτῳ, τὰ κατὰ τὸν τράγον τοῦ Μενδησίου, ὅσα τε ἐν Βουσίρι, πόσα τε ἐν Σεβεννύτῳ, πόσα τε ἐν ∆ιοσπόλει, ὡς πῆ μὲν τῷ ὄνῳ εἰς ὄνομα τοῦ Σήθ, δῆθεν τοῦ Τυφῶνος, τελετὰς ἐργάζονται, ἄλλοι δὲ τὴν Τιθραμβώ, Ἑκάτην ἑρμηνευομένην *, ἕτεροι τῇ Σενέφθυ, ἄλλοι δὲ τῇ Θερμούθι τελίσκονται, ἄλλοι δὲ τῇ Ἴσιδι. καὶ πόσα ἔστι τοιαῦτα λέγειν, ὧν τὸ κατ' εἶδος εἰπεῖν ἐπιχειροῦντι πολὺς χρόνος ἀναλωθήσεται. διὸ περιλήψεται πάντη ὁ λόγος πληρούμενος διὰ τοῦ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός». ἑτέρων δὲ πάλιν μυστηρίων πολλῶν καὶ αἱρεσιαρχῶν καὶ σχισματοποιῶν † ὧν μὲν ἀρχηγοὶ παρὰ Πέρσαις Μαγουσαῖοι, παρὰ δὲ Αἰγυπτίοις προφῆται καλούμενοι, τῶν ἀδύτων τε καὶ ἱερῶν ἀρχηγοί, καὶ μάγων Βαβυλωνίων δὲ οἵ τε καλούμενοι Γαζαρηνοί, σοφοί τε καὶ ἐπαοιδοί, Ἰνδῶν δὲ οἱ Εὐίλεοι καλούμενοι καὶ Βραχμᾶνες, Ἑλλήνων δὲ ἱεροφάνται τε καὶ νεωκόροι, Κυνικῶν πλῆθος καὶ ἄλλων ἀμυθήτων φιλοσόφων ἀρχηγοί. 13. Τοίνυν, ὡς προεῖπον, παρὰ Πέρσαις Μαγουσαῖοι καλούμενοι, οἱ εἴδωλα μὲν βδελυττόμενοι, † εἰδώλοις δὲ προσκυνοῦντες πυρὶ καὶ σελήνῃ καὶ ἡλίῳ. ἄλλοι τε πάλιν ἐν τῇ Ἑλλάδι Μυσοὶ καλούμενοι Ἄβιοι, 3.513 γάλακτι ἵππων χρώμενοι καὶ τὸ πᾶν ἀγρίαν χώραν κατοικοῦντες. καὶ πόσα δυνήσεται ὁ νοῦς τῶν ἀνθρώπων συλλέγειν τῶν τοσούτων καὶ μεγάλων ὀνομαζομένων καὶ ἐν ταῖς ἐπαινουμέναις ἀριθμουμένων, ὅσαι εἰσὶ διαφοραὶ «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός», τῶν μὲν πρὸς ἔπαινον, ἄλλων δὲ μὴ ἐπαινουμένων, τῶν μὲν ἀπ' ἰδίου νοὸς τὰ πρὸς πολιτείας ἄσκησιν καὶ θεσμὸν ἑαυτοῖς συλλεγόντων, ἐν κόμαις τε προόπτως προερχομένων, ἄλλων δὲ καὶ ἐν σάκκῳ προφανεῖ, ἄλλων δὲ ἁγίων ἀδελφῶν ἐν σάκκῳ καὶ σποδῷ οἴκαδε καθεζομένων, καὶ ἔτι ἄλλων ἐν πολιτείαις καὶ νηστείαις ὑπερβαλλούσαις καμάτῳ προστιθέντων ἐν νεανιότητι, διὰ τὴν πρὸς τὸν νυμφίον τελείαν συνείδησιν, ἑτέρων δέ, ὡς προεῖπον, οὐκ ὀρθῶς, ἀλλὰ κατά τινα πρόληψιν νοὸς τυραννικῶς παρὰ τὴν ἀλήθειαν νεανιευομένων, ὡς Ζακχαῖος μὲν πρὸ βραχέος τελευτήσας ἐν τῇ ὀρεινῇ τῇ περὶ τὰ Ἱεροσόλυμα, ὃς οὐδενὶ ὅλως συνευχόμενος διετέλεσεν, ἀλλὰ καὶ διὰ τὴν αὐτὴν ὑπόθεσιν τολμηρῶς ἁγίων μυστηρίων ψαύειν καὶ ἱερουργεῖν λαϊκὸς ὢν ἀφειδῶς ἐπεχείρει. ἕτερος δέ τις, ὅστις ποτὲ ἦν ἀνὴρ ἐκεῖνος καὶ τῶν δοκούντων ἐν ἀκρότητι βίου πεπολιτεῦσθαι, πρὸς τὴν Αἴγυπτον ἐπὶ τὰ ἐρημικὰ κατοικήσας ἐν μοναστηρίῳ, καὶ ἄλλος πρὸς τῷ Σιναίῳ, οἳ ἀπὸ ὀνειράτων ἐνεανιεύσαντο, ὡς ἐπισκοπῆς δεξάμενοι χειροθεσίαν, καθῆσθαί τε καὶ τὰ ἐπισκόπων πράττειν καὶ αὐτοὶ ἐπεχείρουν. ἕτεροι δὲ καὶ οὐκ ὀλίγοι εὐνουχίζειν ἑαυτοὺς παρὰ τὰ προστεταγμένα δῆθεν νεανιεύματος χάριν ἐτόλμησαν. ἕτεροι δὲ δοκοῦντες νεανιεύεσθαι τολμῶσι παρὰ τοὺς κανόνας, ἀπὸ ὀρθοδόξων ὁρμώμενοι, σύλλογον ἑαυτοῖς ἐπισπάσασθαι, ἀλλὰ καὶ ἄνευ ἐπικρίσεως συνόδου οἰκουμενικῆς ἀναβαπτίζειν τοὺς ἐρχομένους πρὸς αὐτοὺς δῆθεν 3.514 ἀπὸ Ἀρειανῶν, μηδέπω τοῦ πράγματος ἐξ ἐπικρίσεως ὡς ἔφην συνόδου τμηθέντος, διὰ τὸ ἀναμὶξ τοὺς λαοὺς ὑπάρχειν ἔτι δεῦρο καὶ πολλοὺς μὲν εἶναι ὀρθοδόξους, κατὰ δὲ ὑπόκρισιν πρὸς τοὺς ἀρειανίζοντας