600
συνημμένους, ἕως ἂν ἀφορισμὸς γένηται τῆς τοιαύτης βλασφήμου αἱρέσεως καὶ τότε τὰ κατ' αὐτῆς ὁρισθήσεται. ἐκ τούτων δὲ τῶν οὕτως ἀναβαπτιζόντων ἀπ' ἰδίου κελεύσματος εἰς ἡμετέρας ἀκοὰς ἀφῖκται εἷς ὑπάρχων ἐν τῇ τῶν Λυκίων χώρᾳ πρεσβύτερος· εἰσὶ δὲ καὶ ἄλλοι ὧν ἕκαστος καθ' ἑαυτὸν εὔχεται καὶ οὐ μετά τινος τὸ παράπαν, ἕτεροι δὲ ἐν κλοιοῖς παρὰ τὸν θεσμὸν τῆς ἐκκλησίας. διόπερ ἐπὶ τέλει παντὸς τοῦ λόγου «νεάνιδας» ἔφην «μὴ ἐχούσας ἀριθμὸν» τάς γε κατὰ τὴν ἰδίαν ἔννοιαν ἑαυταῖς νεανιζούσας, οὐ μὴν εἰς τὸ ἀγαθόν, εἰς τὸ τελειοῦν τῆς σοφίας τὰ εἴδη, φρονήσεώς τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης· ἐξ ὧν ἄλλαι νεανίζουσαι ἐπὶ τὸ τυραννικώτερον καὶ ἀπὸ τῆς ἀληθείας ἀλλότριον ἑαυτὰς ἐκτρέπουσιν, ὥστε μὴ εἶναι ἀριθμὸν τούτων. 14. Αὐτὴ δὲ ἡ μία περιστερὰ καὶ ἁγία παρθένος θεὸν ὁμολογεῖ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, πατέρα τέλειον, υἱὸν τέλειον, πνεῦμα ἅγιον τέλειον, ὁμοούσιον τὴν τριάδα, οὐ συναλοιφὴν τὴν τριάδα, ἀλλὰ τὸν υἱὸν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, οὖσαν δὲ ἀεὶ τὴν τριάδα καὶ μηδέποτε προσθήκης ἐπιδεομένην, μὴ ἔχουσαν δέ τι ἐν ἑαυτῇ ὑποβεβηκός, εἰς μίαν δὲ ἑνότητα καὶ μίαν ἀρχὴν τοῦ θεοῦ καὶ πατρὸς ἀναγομένην, καὶ ἐκ ταύτης τῆς τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὰ πάντα κεκτίσθαι, οὐκ ὄντα ποτέ, οὔτε συνόντα τῷ θεῷ, οὔτε προϋπάρξαντα, γενόμενα δὲ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. καὶ τοῦτον τὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τοῖς αὐτοῦ ἁγίοις καὶ ἀπ' αἰῶνος καταξιώσαντα ἐν ὀπτασίαις φανῆναι, καθάπερ ἠδύνατο ἕκαστος χωρεῖν κατὰ τὸ χάρισμα αὐτῷ διὰ τῆς θεότητος δοθέν, ὅπερ ἐχαρίζετο ἑκάστῳ τῶν καταξιουμένων, πῆ μὲν πατέρα θεάσασθαι, καθὼς ἠδύνατο ἕκαστος, πῆ δὲ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, ὡς 3.515 ἐνεχώρει· ὡς ἐν στόματι τοῦ Ἠσαΐου ἔλεγεν «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός», τοῦτο φωνὴ πατρός· καὶ ὡς ὁ ∆ανιὴλ εἶδε «τὸν παλαιὸν τῶν ἡμερῶν», τοῦτο ὀπτασία πατρός· ὡς δὲ ἐν τῷ προφήτῃ πάλιν «ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», τοῦτο φωνὴ υἱοῦ· ὡς δὲ ἐν Ἰεζεκιήλ «καὶ ἔλαβέ με πνεῦμα θεοῦ» καὶ «ἐξέβαλέ με εἰς τὸ πεδίον», τοῦτο περὶ ἁγίου πνεύματος. καὶ πολλὰ ἔστι τοιαῦτα λέγειν, ὧν ὀλίγων ἀπὸ μέρους ὑπομνησθέντες ἐν παραδρομῇ εἰς τὸ δεῖξαι τὸν χαρακτῆρα τῆς ἐκκλησίας τὰ δύο ῥήματα παρεθέμεθα, μυρίων ὄντων καὶ ἐπέκεινα τῶν ὁμοίων τούτοις ἐν ταῖς θείαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης ἐμφερομένων. καὶ ὅτι αὐτὸς ὁ κύριος ἔπλασε τὸ σῶμα τῷ Ἀδὰμ καὶ «ἐνέπνευσεν αὐτῷ πνοὴν ζωῆς», κτίσας αὐτῷ «ψυχὴν ζῶσαν», καὶ ὅτι αὐτὸς δέδωκε τὸν νόμον τῷ Μωυσῇ ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία θεότης, καὶ ὅτι οἱ προφῆται ὑπὸ τῆς αὐτῆς θεότητος ἀπεστάλησαν, καὶ ὅτι αὐτὸς ἡμῖν ὁ θεός, ὁ Ἰουδαίων τε καὶ Χριστιανῶν ὢν θεός, Ἰουδαίους τε καλέσας εἰς δικαίωσιν τοὺς μὴ ἀρνουμένους τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ παρουσίαν καὶ πάντας σῴζων τοὺς κατὰ τὴν ἀληθινὴν αὐτοῦ πίστιν βιοῦντας καὶ μὴ ἀρνουμένους τὴν ἀλήθειαν τοῦ κηρύγματος τῆς ἀληθινῆς καὶ εὐαγγελικῆς αὐτοῦ διδασκαλίας. ἦλθε γάρ, ἦλθεν ὁ μονογενής· καὶ οὕτως ἔχει ἡ μήτηρ ἡμῶν ἐκκλησία, ὁ λιμὴν ὁ εὔδιος τῆς εἰρήνης, ἡ εὐφρασία ἡ πνέουσα τὴν «κύπριν» τῆς ἀμπέλου καὶ «βότρυν» φέρουσα ἡμῖν «τῆς εὐλογίας» καὶ τὸ λυσίπονον ἡμῖν πόμα καθ' ἑκάστην ἡμέραν, αἷμα Χριστοῦ, χαριζομένη ἄκρατον, ἀληθές. 15. Ὅτι ἀληθινῶς ἐγεννήθη Χριστὸς ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ' ἀπ' αὐτῆς τῆς ἁγίας παρθένου λαβὼν τὸ σῶμα, ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει, σάρκα ἀληθινῶς, σῶμα ἀληθινῶς, σὺν ὀστέοις καὶ νεύροις καὶ πᾶσι τοῖς ἡμετέροις, μηδὲν ἀφ' ἡμῶν διηλλαγμένος ἢ μόνον τὸ ἔνδοξον τῆς αὐτοῦ ἁγιότητος καὶ θεότητος καὶ σκεύους ἁγιωσύνης καὶ δικαιοσύνης, καὶ ἀναμαρτήτως τὰ πάντα τελείως