601
ἔχων, καὶ ἐσχηκὼς ψυχὴν τὴν ἀνθρωπίνην ἐν ἀληθείᾳ, νοῦν τὸν ἀνθρώπινον ἐν ἀληθείᾳ, οὐχ ὡς ἡμῶν δια3.516 βεβαιουμένων τὸν νοῦν εἶναι ὑπόστασιν, καθὼς ἄλλοι λέγουσι· τὰ πάντα δὲ μὴ χρανθέντα ἐν ἁμαρτίᾳ, «στόμα» μὴ ψευσάμενον, «χείλη μὴ λαλήσαντα δόλον», καρδίαν μὴ ἐκκλίνασαν εἰς ἐρεθισμόν, νοῦν μὴ ἐκτραπέντα εἰς ἃ μὴ χρή, σάρκα μὴ τὰ σαρκὸς ἡδονῆς ἐργασαμένην· τέλειος ἄνωθεν θεός, οὐκ ἐλθὼν κατοικῆσαι ἐν ἀνθρώπῳ, ἀλλ' αὐτὸς ὅλος ἐνανθρωπήσας, οὐ τραπεὶς τὴν φύσιν, συμπεριειληφὼς δὲ ἅμα τῇ θεότητι τὴν ἰδίαν ἐνανθρώπησιν, ἐν μήτρᾳ παρθένου γεγονὼς ἐν ἀληθείᾳ, κυοφορηθεὶς τὸν χρόνον, γεννηθεὶς διὰ γεννητικῶν πόρων ἀνεπαισχύντως, ἀχράντως, ἀμολύντως, ἀνατραφεὶς καὶ ἐναγκαλισθεὶς ὑπό τε Συμεῶνος καὶ Ἄννης, βασταχθεὶς ὑπὸ Μαρίας, πεζεύσας, ὁδοιπορήσας, παιδίον γεγονὼς, ἁδρυνθεὶς τῇ ἡλικίᾳ, τὰ πάντα ἔχων ἐν ἑαυτῷ ἐν τελειότητι, ἐν ἀριθμῷ ἐτῶν λογισθείς, ἐν ἀριθμῷ μηνῶν ἐν κοιλίᾳ κυοφορηθείς, «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον», ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, βαπτισθεὶς ὑπὸ Ἰωάννου, οὐκ ἐπιδεόμενος λουτρῶν, διὰ δὲ τὸ ἀκόλουθον τῆς ἐν νόμῳ ἐνανθρωπήσεως μὴ ταράσσων τὸ δίκαιον, ὅπως «πληρωθῇ», ὡς αὐτὸς ἔφη, «πᾶσα δικαιοσύνη», ἵνα δείξῃ ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο, ἀληθινὴν ἐνανθρώπησιν, κατερχόμενος εἰς τὰ ὕδατα, διδοὺς ἤπερ λαμβάνων, παρεχόμενος ἤπερ ἐπιδεόμενος, φωτίζων αὐτά, ἐνδυναμῶν αὐτὰ εἰς τύπον τῶν μελλόντων ἐν αὐτῷ τελειοῦσθαι, ὅπως οἱ αὐτῷ πεπιστευκότες ἐν ἀληθείᾳ καὶ ἔχοντες τὴν πίστιν τῆς ἀληθείας μάθωσιν ὅτι ἀληθινῶς ἐνηνθρώπησεν, ἀληθινῶς ἐβαπτίσθη, καὶ οὕτως διὰ τῆς αὐτοῦ συγκαταθέσεως καὶ αὐτοὶ ἐρχόμενοι λάβωσι τῆς αὐτοῦ καταβάσεως τὴν δύναμιν, καὶ φωτισθῶσιν ὑπὸ τῆς αὐτοῦ φωταγωγίας, πληρουμένου τοῦ ἐν τῷ προφήτῃ ῥητοῦ, εἰς μεταλλαγὴν δυνάμεως, εἰς παροχὴν σωτηρίας τῆς δυνάμεως τοῦ ἄρτου ἀπὸ τῆς Ἱερουσαλὴμ λαμβανομένης καὶ τῆς ἰσχύος τοῦ ὕδατος· 16. ἐνταῦθα δὲ ἐν Χριστῷ ἰσχυροποιουμένων τῆς δυνάμεως τοῦ ἄρτου καὶ τῆς τοῦ ὕδατος ἰσχύος, ἵνα μὴ ἄρτος ἡμῖν γένηται δύναμις, ἀλλὰ δύναμις ἄρτου· καὶ βρῶσις μὲν ὁ ἄρτος, ἡ δὲ δύναμις ἐν αὐτῷ εἰς ζωογόνησιν· καὶ οὐχ ἵνα τὸ ὕδωρ ἡμᾶς καθαρίσῃ μόνον, ἀλλ' ἵνα ἐν τῇ ἰσχύϊ τοῦ ὕδατος διὰ τῆς πίστεως καὶ ἐνεργείας καὶ ἐλπίδος καὶ μυστηρίων τελειώσεως καὶ ὀνομασίας δύναμις τῆς ἁγιαστείας γένηται ἡμῖν εἰς τελείωσιν σωτηρίας. ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, ἀκούων 3.517 φωνὴν πατρός, * εἰς ἀκοὴν παρόντων μαθητῶν εἰς τὸ ὑποδεῖξαι τίς ὁ μαρτυρούμενος καὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατερχομένου, καθάπερ ἐν πολλαῖς αἱρέσεσιν εἰρήκαμεν, ἵνα μὴ συναλοιφὴ ἡ τριὰς νομισθείη, σχηματοποιουμένου τοῦ πνεύματος ἐν ἰδίᾳ ὑποστάσει, ἐπικαθεζομένου δὲ τοῦ πνεύματος καὶ «ἐρχομένου ἐπ' αὐτόν», ἵνα ὀφθῇ ὁ μαρτυρούμενος, ἵνα ἡ σὰρξ ἡ ἁγία φίλη οὖσα καὶ εὐδοκουμένη ὑπὸ τοῦ πατρὸς καὶ τοῦ πνεύματος μαρτυρηθείη, ἵνα ὁ πατὴρ εὐδοκητὴς κηρυχθείη τῆς τοῦ υἱοῦ ἐνσάρκου παρουσίας, ἵνα ὁ υἱὸς ἀληθινὸς ὀφθείη καὶ πληρωθῇ τὸ εἰρημένον «καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ μετὰ τῶν ἀνθρώπων συνανεστράφη»· ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, καὶ σαφῶς καὶ ἀληθινῶς ὑπὸ τοῦ διαβόλου πειρασθεὶς ἐν τῇ ἐρήμῳ, καὶ πεινάσας ὕστερον διὰ τὴν ἀκολουθίαν καὶ ἀλήθειαν τῆς ἐνσάρκου παρουσίας καὶ ἐπιλεξάμενος μαθητὰς καὶ κηρύξας ἀλήθειαν καὶ ἰασάμενος τὰ πάθη, καθευδήσας, πεινάσας, ὁδοιπορήσας, θεοσημείας ἐργασάμενος, νεκροὺς ἐγείρας, τυφλοῖς τὸ βλέπειν παρασχόμενος, χωλοὺς καὶ παραλυτικοὺς ἰσχυροποιήσας· ὡς ἐκήρυξε τὸ εὐαγγέλιον, τὴν ἀλήθειαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν αὐτοῦ φιλανθρωπίαν καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. 17. Ὁ ὑπὲρ ἡμῶν τὸ πάθος ὑπομείνας ἐν ἀληθείᾳ ἐν τῇ σαρκὶ καὶ ἐν τῇ τελείᾳ ἐνανθρωπήσει, παθὼν ἐν ἀληθείᾳ ἐπὶ τοῦ σταυροῦ, συνούσης αὐτῷ τῆς