602
θεότητος, ἀλλ' οὐ τραπείσης εἰς τὸ πάσχειν, οὔσης δὲ ἀπαθοῦς καὶ ἀτρέπτου, τῶν δύο ἀκολουθιῶν σαφῶς κατανοουμένων, «Χριστοῦ πάσχοντος ὑπὲρ ἡμῶν σαρκί», ἀπαθοῦς δὲ μένοντος ἐν θεότητι, οὐ τοῦ ἀνθρώπου κατ' ἰδίαν ὄντος καὶ τῆς θεότητος κατ' ἰδίαν, ἀλλὰ συνούσης τῆς θεότητος, μὴ πασχούσης δὲ διὰ τὸ ἀκραιφνὲς καὶ ἀσύγκριτον τῆς οὐσίας, πάσχοντος δὲ τοῦ Χριστοῦ ἐν σαρκὶ καὶ θανατουμένου ἐν σαρκί, ζῶντος δὲ ἀεὶ ἐν θεότητι καὶ ἐγείροντος τοὺς νεκρούς· τοῦ σώματος ταφέντος ἐν ἀληθείᾳ καὶ ἀψύχου μείναντος τὸ τριήμερον, ἄπνου τε καὶ ἀκινήτου, ἐνειληθέντος διὰ τῆς σινδόνος, κατατεθέντος ἐν τῷ μνήματι, συγκλεισθέντος διὰ τοῦ λίθου καὶ σφραγῖδος τῶν ἐπιτεθέντων, οὐχὶ τῆς θεότητος 3.518 συγκλεισθείσης, οὐ τῆς θεότητος ταφείσης, συγκατελθούσης δὲ τῇ ψυχῇ τῇ ἁγίᾳ εἰς τὰ καταχθόνια, ἑλούσης ἐκεῖθεν τὴν τῶν ψυχῶν αἰχμαλωσίαν, κλασάσης «κέντρον θανάτου», «διαρρηξάσης» τὰ κλεῖθρα καὶ «τοὺς μοχλοὺς» τοὺς ἀδαμαντίνους, καὶ «λυσάσης ὠδῖνας Ἅιδου» ἐν ἰδίᾳ ἐξουσίᾳ, ἀνελθούσης σὺν τῇ ψυχῇ, «μὴ ἐαθείσης τῆς ψυχῆς εἰς Ἅιδην, μηδὲ τῆς σαρκὸς ἑωρακυίας διαφθοράν», ἀναστησάσης αὐτὴν τῆς θεότητος, ἢ ἀναστάντος αὐτοῦ τοῦ κυρίου θεοῦ λόγου καὶ υἱοῦ θεοῦ, σὺν ψυχῇ καὶ σώματι καὶ παντὶ τῷ σκεύει, συνενωθέντος λοιπὸν τοῦ σκεύους εἰς πνεῦμα, αὐτὸ τὸ σῶμα πνευματικὸν ὑπάρξαν, τὸ ποτὲ ἁφῇ ὑποκείμενον καὶ μάστιξι παραδοθὲν ἑκουσίῳ τῆς θεότητος θελήματι καὶ πειρασθῆναι ὑπὸ τοῦ Σατανᾶ συγχωρηθὲν καὶ πείνῃ προσπελάζειν καὶ ὕπνῳ καὶ καμάτῳ, λύπῃ τε καὶ ἀδημονίᾳ· αὐτὸ τὸ σῶμα τὸ ἅγιον συνενωθὲν λοιπὸν τῇ θεότητι, ἀπαραλείπτως τῆς θεότητος συνούσης τῷ τὰ τοιαῦτα πεπονθότι ἁγίῳ σώματι. ἀνέστη γὰρ καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτόν, εἰς ἓν πνεῦμα, εἰς μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. πέφηνε μὲν γὰρ ἐν ἀληθείᾳ καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συνέφαγε καὶ συνέπιε, καὶ συνηυλίσθη μετ' αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. ἀλλὰ «εἰσῆλθε θυρῶν κεκλεισμένων» καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυε νεῦρα καὶ ὀστᾶ, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι αὐτὸ ἦν ἀληθῶς τὸ σῶμα, ὅτι δὲ συνήφθη εἰς μίαν ἑνότητα καὶ μίαν θεότητα, μηκέτι προσδοκώμενον παθεῖν, μηκέτι ἀποθνῆσκον, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «ἀνέστη Χριστός, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει»· τὸ παθητὸν ἀπαθὲς ἀεὶ μένον, τὸ θεϊκόν, σὺν σώματι καὶ ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει· αὐτόθεος ὤν, ἀνελθὼν δὲ εἰς οὐρανοὺς ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς ἐν δόξῃ, οὐκ ἀποθέμενος τὸ σῶμα, ἀλλὰ συνενώσας εἰς τὸ πνευματικὸν ἐν τελειότητι μιᾶς θεότητος, ὡς καὶ τὰ ἡμῶν σώματα μέλλει «τὰ νῦν σπειρόμενα ψυχικὰ ἐγείρεσθαι πνευματικά, 3.519 τὰ νῦν σπειρόμενα ἐν φθορᾷ ἐγείρεσθαι ἐν ἀφθαρσίᾳ, τὰ νῦν σπειρόμενα ἐν θανάτῳ ἐγείρεσθαι ἐν ἀθανασίᾳ». εἰ τοίνυν τὰ ἡμέτερα οὕτως, πόσῳ γε μᾶλλον ἐκεῖνο τὸ ἅγιον καὶ ἀνεκδιήγητον καὶ ἀσύγκριτον καὶ ἀκραιφνὲς τῷ θεῷ συνηνωμένον, τὸ ἓν ὂν λοιπὸν μονοειδές; ὡς καὶ ἐν τούτῳ ἐπιμαρτυρεῖ ὁ ἀπόστολος λέγων «εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν». οὐχ ὅτι διεῖλε τὴν σάρκα ἀπὸ τῆς θεότητος, ἀλλ' αὐτὴν μὲν οὖσαν * καὶ τῷ θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα, ὥς φησι, «κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», ταύτην ὁμοῦ θεὸν ἔχουσαν, ἀπαθῆ καὶ παθόντα, καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα ἐν δόξῃ, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, ὥς φησιν ἐν ἀληθείᾳ, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος». 18. Καὶ γὰρ πιστεύει ἡ μήτηρ ἡμῶν αὐτὴ ἡ ἁγία ἐκκλησία, ὡς καὶ αὐτῇ ἀληθῶς κεκήρυκται καὶ ἀληθῶς προστέτακται, ὅτι κοιμηθησόμεθα πάντες καὶ ἀναστησόμεθα σὺν σώματι τούτῳ, σὺν ψυχῇ ταύτῃ, σὺν παντὶ τῷ ἡμετέρῳ σκεύει, «ἵνα ἕκαστος ἀπολάβῃ πρὸς ἃ ἔπραξεν». ὅτι γὰρ ἀνάστασις