603
νεκρῶν καὶ κρίσις αἰώνιος καὶ βασιλεία οὐρανῶν καὶ ἀνάπαυσις τοῖς δικαίοις ἀνάκειται καὶ κληρονομία πιστῶν καὶ χορὸς μετ' ἀγγέλων τοῖς τετηρηκόσι τὴν πίστιν καὶ τὴν ἁγνείαν καὶ τὴν ἐλπίδα καὶ τὰς τοῦ κυρίου ἐντολάς, ἀληθές ἐστι καὶ κεκήρυκται καὶ ἠσφάλισται καὶ πεπίστευται ὅτι «οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον» κατὰ τὸ γεγραμμένον ἐν τοῖς εὐαγγελίοις. ὅσα γὰρ λέγει καὶ ὁ ἀπόστολος καὶ πᾶσαι αἱ ἅγιαι γραφαὶ ἀληθινὰ τυγχάνει, εἰ καὶ παρὰ τοῖς ἀπιστήσασι καὶ κακῶς νενοηκόσιν ἑτέρως ὑπολαμβάνεται. ἡμῖν δὲ αὕτη ἡ πίστις καὶ αὕτη ἡ τιμὴ καὶ αὕτη ἡ μήτηρ ἡμῶν ἡ ἐκκλησία, διὰ πίστεως σῴζουσα καὶ δι' ἐλπίδος κρατυνομένη καὶ ἀγάπῃ Χριστοῦ τελειουμένη, ἔν τε τῇ ὁμολογίᾳ ἔν τε 3.520 τοῖς μυστηρίοις ἔν τε τῇ τοῦ λουτροῦ καθαρσίῳ δυνάμει, ὅτι φησὶν «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος», εἰς ὄνομα δὲ θεϊκῆς τριάδος, ὀνομασίας μηδεμίαν διαφορὰν ἐχούσης, ἀλλ' ὁ θεὸς εἷς ἡμῖν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἐν ἀποστόλοις, ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ κεκήρυκται καὶ κατήγγελται καὶ πεπίστευται, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, μή τις συναλοιφὴ οὖσα ἡ θεότης, ἀλλὰ τριὰς οὖσα ὄντως τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον, μία θεότης, εἷς θεός, ᾧ ἡ δόξα, τιμὴ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 19. Αὕτη ἐστὶν ἡ πίστις ἡ τῆς ἡμετέρας ζωῆς πραγματεία, τοῦτο τὸ ἔρεισμα τῆς ἀληθείας, αὕτη ἡ παρθένος Χριστοῦ καὶ περιστερὰ ἄκακος· αὕτη ἐστὶν ἡ ζωὴ καὶ ἡ ἐλπὶς καὶ ἡ βεβαίωσις τῆς ἀφθαρσίας. ἀλλὰ παρακαλῶ πάντας ὑμᾶς τοὺς ἐντυγχάνοντας συγγνῶναι τῇ ἐμῇ ταπεινότητι καὶ ἀσθενείᾳ τοῦ βραχυτάτου μου νοῦ, τοῦ ἀπὸ πολλοῦ τῶν αἱρέσεων ἰοῦ ἀποναρκήσαντος καὶ ἀποσικχαίνοντος, ὡς ἀποπτύοντος δίκην καὶ ναυτιῶντος, δι' ὧν * ἤτοι αὐστηρῶς πρός τινας φερόμενος ἠνέχθην διὰ ῥημάτων, ἢ καλέσας τινὰς ἀλιτηρίους ἢ ἀγύρτας, ἢ πεπλανημένους ἢ ἀπατεῶνας. διὰ γὰρ τὸν πολὺν πόνον τοῦ ἰοῦ, καίτοι γε μὴ ἔχοντες ἔθος προχείρως ἐπισκώπτειν τινάς, ἀνάγκην ἐσχήκαμεν ἐν τοιούτοις αὐτοὺς διαθέσθαι τοῖς ῥήμασιν, ἵνα ἀποστρέφωμεν τὴν διάνοιαν τινῶν, μή πη νομίσωσιν ἡμᾶς διὰ τὸ ἀναφανδὸν μὲν δεδημοσιευκέναι ἀποκαλύψαντας τὰ παρ' αὐτοῖς λεγόμενα ἢ γινόμενα, μέρος ἔχειν διανοίας συγκατατιθεμένης τῇ παρ' ἑκάστῃ τῶν αἱρέσεων κακοδοξίᾳ. πεποίημαι δὲ καὶ προοίμιον ἐν ὀλίγῳ εἰς τὴν ἀρχὴν τοῦ συντάγματος, περὶ τούτων αὐτῶν προασφαλιζόμενος καὶ συγγνώμην αἰτῶν, ἵνα μή τις ἀηδίαν τινὰ εἰς ἡμᾶς ἐνσκήψῃ, ὡς ἡττωμένους νομίζων καὶ ἐπὶ τὸ σκώπτειν ὁρμῶντας. ἐδείξαμεν δὲ ἐν τῷ προοιμίῳ καὶ περὶ ποίων ἐμέλλομεν λέγειν αἱρέσεων, εἰς πόσας τε βίβλους διείλομεν τὴν πᾶσαν πραγματείαν, ἐν ἑκάστῳ δὲ βιβλίῳ περὶ πόσων καὶ ποίων εἰρήκαμεν, ὡς καὶ ἐνταῦθα πάλιν ἐπιμνημονεύσας ὁμοίως ὑποδείκνυμι εἰς ὠφέλειαν πανταχόθεν τῶν ἐντυγχανόντων. 3.521 20. Καὶ εἰσὶ μὲν βιβλία τρία, τόμοι ἑπτά. καὶ ἐν τῷ πρώτῳ βιβλίῳ αἱρέσεις ˉμˉ, κατὰ ἀριθμὸν ὀνομάτων ἐγκείμεναι, καὶ κατὰ εἱρμὸν πρώτης καὶ δευτέρας ἕως τῆς τελευταίας τυχούσης διὰ τῆς βίβλου ἐγκειμένης, ὅτι ἡ μὲν πρώτη βίβλος ἔχει αἱρέσεις ˉμˉ ἐν τόμοις τρισί, ἡ δὲ δευτέρα βίβλος αἱρέσεις ˉκˉγ ἐν τόμοις δυσίν, ἡ δὲ τρίτη βίβλος αἱρέσεις ˉιˉα ἐν τόμοις δυσίν. πάντες τοίνυν οἱ τῷ πονήματι ἡμῶν συμπονοῦντες καὶ σπουδάσματι ἐντυγχάνειν μακροθυμοῦντες διερχόμενοί τε, παρακλήθητε καὶ ἀξιώθητε τὴν ὠφέλειαν ἐπικερδῆσαι, τὰ δὲ ἀηδῆ τῶν αἱρέσεων ἀπὸ τοῦ νοὸς ἀποτρέψαι. οὐ γὰρ εἰς βλάβην ἀπεκαλύψαμεν, ἀλλ' εἰς ὠφέλειαν καὶ παρατήρησιν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγὴν τῶν προειρημένων. διελθόντες δὲ τὸν πάντα κάματον ἢ καὶ μέρη, ὑπὲρ ἡμῶν εὔξασθε καὶ καταξιώσατε, ἵνα ὁ θεὸς δῴη μέρος ἡμῖν ἐν τῇ ἁγίᾳ καὶ μόνῃ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ καὶ ἀληθινῇ καὶ ζωτικῇ καὶ σωτηριώδει πίστει καὶ ῥύσηται ἡμᾶς ἀπὸ πάσης αἱρέσεως· καὶ εἴ