604
τι ὡς ἄνθρωποι μὴ δυνάμενοι ἐπὶ τὸ πέρας ἀποτείνεσθαι τῆς ἀκαταλήπτου καὶ ἀνεκδιηγήτου θεότητος, ἀλλ' ὡς στενοχωρούμενοι εἰς ἀπολογίαν ὑπέρ τε θεοῦ διηγήσασθαι ἀνθρωπίνως ἠναγκασμένοι τόλμῃ ἠνέχθημεν, συγγνωμονοῦντος τοῦ θεοῦ καὶ ὑμεῖς αὐτοὶ συγγνωμονήσατε. καὶ πάλιν ὑπερεύχεσθε ἵνα ὁ κύριος ἣν ᾐτησάμεθα μερίδα ἡμῖν δῴη ἐν τῇ ἁγίᾳ αὐτοῦ πίστει καὶ μόνῃ ἀπηλλαγμένῃ πάσης ἐναντιότητος καὶ τῶν ἰδίων ἁμαρτημάτων πολλῶν ὄντων συγχώρησιν ποιήσηται, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν. 21. Καὶ ἃ μὲν περὶ πίστεως ἔχει αὕτη ἡ μόνη καθολικὴ ἐκκλησία καὶ περιστερὰ ἄκακος, μία οὖσα τῷ ἀνδρὶ αὐτῆς, ὡς λέγει, «μία ἐστὶ περιστερά μου», καὶ ὁμοίως περὶ τῶν ἀμυθήτων «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός» συντόμως ἔφημεν, περί τε πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσιότητος, καὶ περὶ τῆς ἐνσάρκου Χριστοῦ καὶ τελείας παρουσίας, καὶ ἄλλων μερῶν τῆς πίστεως. περὶ θεσμῶν δὲ τῆς αὐτῆς ἐν ὀλίγῳ μέν μοί ἐστι πάλιν ἀνάγκη τοῦ παραθέσθαι τῶν αὐτῶν θεσμῶν ἀπὸ μέρους τὸ εἶδος, ὅσαπερ φύσει πεφύλακται ἐν αὐτῇ καὶ φυλάσσεται, τὰ μὲν ἐκ προστάγματος, τὰ δὲ κατὰ ἀποδοχὴν προαιρέσεως, τοῦ θεοῦ χαίροντος ἐπὶ τῇ ἀρετῇ τῆς αὐτοῦ ἐκκλησίας. καὶ πρῶτον μὲν κρηπὶς καὶ ὡς εἰπεῖν βαθμὸς ἐν αὐτῇ ἡ παρθενία, ἀσκουμένη τε καὶ φυλαττομένη παρὰ πολλοῖς καὶ ἐνδοξαζομένη. συνέπεται δὲ τῇ αὐτῇ παρθενίᾳ ἡ μονότης παρὰ πλείοσι 3.522 τῶν μοναζόντων καὶ μοναζουσῶν. μετὰ ταύτην ἐγκράτεια ἐπὶ τὸν αὐτὸν δρόμον ὁρμωμένη. ἔπειτα δὲ χηροσύνη μετὰ πάσης προσοχῆς καὶ ἀχράντου συναναστροφῆς. ταύταις δὲ ταῖς τάξεσιν ἀκόλουθος ὁ σεμνὸς γάμος ἐν μεγάλῃ τιμῇ, ὁ ἐν μονογαμίᾳ μάλιστα καὶ παραφυλακῇ ἐνταλμάτων. εἰ δέ τις τελευτησάσης τῆς αὐτοῦ γυναικὸς ἢ ἀνδρὸς τελευτήσαντος τῆς τινὸς γυναικὸς ὀρέγεται, ἐφίεται δευτέρᾳ συναφθῆναι ἢ δευτέρῳ μετὰ θάνατον τοῦ πρώτου ἢ τῆς πρώτης. στεφάνη δὲ τούτων πάντων ἢ μήτηρ ὡς εἰπεῖν καὶ γεννήτρια ἡ ἁγία ἱερωσύνη, ἐκ μὲν παρθένων τὸ πλεῖστον ὁρμωμένη, εἰ δὲ οὐκ ἐκ παρθένων, ἐκ μοναζόντων. εἰ δὲ μὴ εἶεν ἱκανοὶ εἰς ὑπηρεσίαν ἀπὸ μοναζόντων, ἐξ ἐγκρατευομένων τῶν ἰδίων γυναικῶν ἢ χηρευσάντων ἀπὸ μονογαμίας. δευτερόγαμον δὲ οὐκ ἔξεστι δέχεσθαι ἐν αὐτῇ εἰς ἱερωσύνην, κἄν τε ἐγκρατευόμενος εἴη ἢ χῆρος, ἀπ' ἀρχῆς τάξεως ἐπισκόπου καὶ πρεσβυτέρου καὶ διακόνου καὶ ὑποδιακόνου. μετὰ ταύτην τὴν ἱερωσύνην λοιπὸν ἀναγνωστῶν τάγμα ἐξ ὅλων τῶν ταγμάτων, τουτέστι παρθένων καὶ μοναζόντων καὶ ἐγκρατευομένων καὶ χηρευσάντων καὶ τῶν ἔτι ἐν σεμνῷ γάμῳ· εἰ δὲ εἴη ἀνάγκη καὶ ἀπὸ τῶν μετὰ θάνατον τῆς πρώτης γυναικὸς δευτέρᾳ συναφθέντων. καὶ γὰρ οὐκ ἔστιν ἱερεὺς ὁ ἀναγνώστης, ἀλλ' ὡς γραμματεὺς τοῦ λόγου. καὶ διακόνισσαι δὲ καθίστανται εἰς ὑπηρεσίαν γυναικῶν μόνον διὰ τὴν σεμνότητα, ἂν χρεία κατασταίη λουτροῦ ἕνεκα ἢ ἐπισκέψεως σωμάτων. καὶ αὗται δὲ μονόγαμοι ἐγκρατευσάμεναι ἢ χηρεύσασαι ἀπὸ μονογαμίας ἢ ἀειπάρθενοι οὖσαι. εἶθ' ἑξῆς τούτων ἐπορκισταὶ καὶ ἑρμηνευταὶ ἀπὸ γλώσσης εἰς γλῶσσαν ἢ ἐν ταῖς ἀναγνώσεσιν ἢ ἐν ταῖς προσομιλίαις. λοιπὸν δὲ καὶ κοπιαταὶ οἱ τὰ σώματα περιστέλλοντες τῶν κοιμωμένων καὶ θυρωροὶ καὶ ἡ πᾶσα εὐταξία. 22. Συνάξεις δὲ ἐπιτελούμεναι ταχθεῖσαί εἰσιν ἀπὸ τῶν ἀποστόλων τετράδι καὶ προσαββάτῳ καὶ κυριακῇ· τετράδι δὲ καὶ ἐν προσαββάτῳ ἐν νηστείᾳ ἕως ὥρας ἐνάτης, ἐπειδήπερ ἐπιφωσκούσῃ τετράδι συνελήφθη ὁ κύριος καὶ τῷ προσαββάτῳ ἐσταυρώθη. καὶ παρέδωκαν οἱ ἀπόστολοι ἐν ταύταις νηστείας ἐπιτελεῖσθαι πληρουμένου τοῦ ῥητοῦ ὅτι «ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις»· καὶ οὐχ ἵνα χάριν ποιήσωμεν τῷ ὑπὲρ ἡμῶν πεπονθότι, ἡ νηστεία ἡμῖν προσ3.523 τέτακται, ἀλλ' ὅπως ὁμολογήσωμεν εἰς ἡμῶν σωτηρίαν γενόμενον τὸ τοῦ κυρίου πάθος,