605
ὃ ὑπὲρ ἡμῶν αὐτὸς ἀνεδέξατο, καὶ ὅπως ὑπὲρ τῶν ἡμῶν ἁμαρτιῶν αἱ νηστεῖαι ἡμῖν εὐλόγιστοι θεῷ γένωνται. καὶ δι' ὅλου μὲν τοῦ ἔτους οὕτως ἡ νηστεία φυλάττεται ἐν τῇ αὐτῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, φημὶ δὲ τετράδι καὶ προσαββάτῳ ἕως ὥρας ἐνάτης, δίχα μόνης τῆς Πεντηκοστῆς ὅλης τῶν πεντήκοντα ἡμερῶν, ἐν αἷς οὔτε γονυκλισίαι γίνονται οὔτε νηστεία προστέτακται, ἀντὶ δὲ τῶν πρὸς τὴν ἐνάτην συνάξεων τετράδι καὶ προσαββάτῳ, ὡς ἐν ἡμέρᾳ κυριακῇ, κατὰ τὰς πρωϊνὰς αἱ συνάξεις ἐπιτελοῦνται· ἔτι δὲ ἐν ταῖς ˉν ἡμέραις ὡς προεῖπον τῆς Πεντηκοστῆς οὐκ ἔστιν οὔτε νηστεία οὔτε γονυκλισία οὔτε ἐν τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων, ὅτε ἐγεννήθη ἐν σαρκὶ ὁ κύριος, ἔξεστι νηστεῦσαι, κἄν τε περιτύχῃ τετρὰς ἢ προσάββατον. προαιρέσει δὲ ἀγαθῇ οἱ αὐτῆς ἀσκηταὶ διὰ παντός, χωρὶς κυριακῆς καὶ Πεντηκοστῆς, νηστεύουσι καὶ ἀγρυπνίας διὰ παντὸς ἐπιτελοῦσι. τὰς δὲ κυριακὰς ἁπάσας τρυφερὰς ἡγεῖται ἡ ἁγία αὕτη καθολικὴ ἐκκλησία καὶ συνάξεις ἀφ' ἕωθεν ἐπιτελεῖ, οὐ νηστεύει δέ· ἀνακόλουθον γάρ ἐστιν ἐν κυριακῇ νηστεύειν. τὴν δὲ τεσσαρακοστὴν τὴν πρὸ τῶν ἑπτὰ ἡμερῶν τοῦ ἁγίου Πάσχα ὡσαύτως φυλάττειν εἴωθεν ἡ αὐτὴ ἐκκλησία ἐν νηστείαις διατελοῦσα, τὰς δὲ κυριακὰς οὐδ' ὅλως, οὔτε ἐν αὐτῇ τῇ τεσσαρακοστῇ· τὰς δὲ ἓξ ἡμέρας τοῦ Πάσχα ἐν ξηροφαγίᾳ διατελοῦσι πάντες οἱ λαοί, φημὶ δὲ ἄρτῳ καὶ ἁλὶ καὶ ὕδατι μόνον χρώμενοι πρὸς ἑσπέραν. ἀλλὰ καὶ οἱ σπουδαῖοι διπλᾶς καὶ τριπλᾶς καὶ τετραπλᾶς ὑπερτίθενται καὶ ὅλην τὴν ἑβδομάδα τινὲς ἄχρι ἀλεκτρυόνων κλαγγῆς τῆς κυριακῆς ἐπιφωσκούσης, ἀγρυπνίαις δὲ διατελοῦσι τὰς ἕξ. πάλιν δὲ συνάξεις ἐπιτελοῦσι τὰς αὐτὰς ἓξ καὶ ὅλην τὴν τεσσαρακοστὴν ἀπὸ ἐνάτης ἕως ἑσπέρας. ἔν τισι δὲ τόποις τὴν μετὰ τὴν πέμπτην ἀγρυπνοῦσιν ἐπιφώσκουσαν εἰς τὸ προσάββατον καὶ τὴν κυριακὴν μόνας. ἔν τισι δὲ 3.524 τόποις λατρεία οἰκονομίας ἐν τῇ πέμπτῃ γίνεται ὥρᾳ ἐνάτῃ καὶ οὕτως ἀπολύει, μενόντων ἐν τῇ αὐτῇ ξηροφαγίᾳ. ἐν ἄλλοις δὲ τόποις οὐ γίνεται λατρεία τῆς οἰκονομίας ἢ μόνον ἐπιφωσκούσης τῆς κυριακῆς, ὅτε ἀπολύει περὶ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ, καὶ πανηγύρει μεγάλῃ ἡμέρᾳ τοῦ Πάσχα, ὡς προστέτακται. τὰ δ' ἄλλα μυστήρια περὶ λουτροῦ καὶ τῶν ἔνδοθεν μυστηρίων, ὡς ἔχει ἡ παράδοσις τοῦ τε εὐαγγελίου καὶ τῶν ἀποστόλων, οὕτως ἐπιτελεῖται. 23. Ἐπὶ δὲ τῶν τελευτησάντων ἐξ ὀνόματος τὰς μνήμας ποιοῦνται, προσευχὰς τελοῦντες καὶ λατρείαν οἰκονομίας. ἑωθινοί τε ὕμνοι ἐν αὐτῇ τῇ ἁγίᾳ ἐκκλησίᾳ διηνεκεῖς γίνονται καὶ προσευχαὶ ἑωθιναί, λυχνικοί τε ἅμα ψαλμοὶ καὶ προσευχαί. τινὲς δὲ τῶν μοναζόντων αὐτῆς κατοικοῦσι τὰς πόλεις, τινὲς δὲ καὶ ἐν μοναστηρίοις καθέζονται καὶ ἀπὸ μήκοθεν ἀναχωροῦσιν. ἤρεσε δέ τισι καὶ κόμας ἔχειν τριχῶν ἕνεκεν δῆθεν πολιτείας ἀπ' ἰδίου νοός, οὐ τοῦ εὐαγγελίου προστάξαντος, οὐ τῶν ἀποστόλων δεξαμένων· ὁ γὰρ ἅγιος ἀπόστολος Παῦλος ἀπέκοψε τοῦτο τὸ σχῆμα. εἰσὶ δὲ πολιτεῖαι ἄλλαι ἐξαίρετοι ἐν τῇ αὐτῇ καθολικῇ ἐκκλησίᾳ φυλαττόμεναι, φημὶ δὲ τοῦ ἀπέχεσθαι κρεῶν πάντων, τετραπόδων τε καὶ ὀρνέων καὶ ἰχθύων, ὠοῦ τε καὶ τυροῦ, καὶ ἕτεραι διάφοροι πολιτεῖαι, ὅτι «ἕκαστος κατὰ τὸν ἴδιον κάματον μισθὸν λήψεται». καὶ οἱ μὲν ἀπέχονται πάντων τούτων, οἱ δὲ τετραπόδων μόνων, λαμβάνουσι δὲ ὀρνέων καὶ τῶν μετέπειτα· ἕτεροι δὲ καὶ ὀρνέων ἀπέχονται, λαμβάνουσι δὲ ὠῶν καὶ ἰχθύων· ἕτεροι δὲ οὐδὲ ὠῶν λαμβάνουσιν, ἄλλοι δὲ ἰχθύων μόνων· ἕτεροι δὲ καὶ ἰχθύων ἀπέχονται, τυροῦ δὲ λαμβάνουσιν, ἕτεροι δὲ οὐδὲ τυροῦ λαμβάνουσιν. ἤδη δὲ καὶ ἄλλοι ἄρτου ἀπέχονται, ἕτεροι δὲ καὶ ἀκροδρύων καὶ ἑψεμάτων. πολλοὶ δὲ καὶ χαμευνοῦσιν, ἄλλοι δὲ οὐδὲ ὑποδέννυνται. ἄλλοι δὲ σάκκον φοροῦσι κεκρυμμένον, οἱ καλῶς φοροῦντες δι' ἀρετὴν καὶ μετάνοιαν· ἀπρεπὲς γάρ ἐστιν ἐν προφανεῖ σάκκῳ προϊέναι, ὥς τινες οὕτω πράττουσιν, ἀπρεπὲς δὲ ὡς ἔφημεν καὶ τὸ κλοιοῖς προϊέναι, ὥς τισιν ἔδοξεν. οἱ πλείους δὲ βαλανείου ἀπέχονται. καὶ τινὲς