606
ἀπετάξαντο τῷ βίῳ, τέχνας λεπτὰς καὶ ἀπράγμονας ἑαυτοῖς ἐπινοήσαντες, ἵνα μὴ ἀργὸν βίον διατελῶσι μηδὲ 3.525 τὸν ἄρτον βεβαρημένον ἐσθίωσιν. ἐν ψαλμῳδίαις δὲ οἱ πλείους καὶ εὐχαῖς διηνεκέσιν, ἀναγνώσεσί τε γραφῶν ἁγίων καὶ ἀποστηθισμοῖς ἀσκοῦνται. 24. Περὶ δὲ ξενοδοχίας καὶ φιλανθρωπίας ἐλεημοσύνης τε εἰς πάντας πᾶσιν ὁ τῆς ἁγίας ταύτης καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας θεσμὸς κεκήρυκται. τὸ δὲ λουτρὸν ἔχει ἀντὶ τῆς παλαιωθείσης περιτομῆς ἐν Χριστῷ, διαναπαύεταί τε ἐν τῷ μεγάλῳ σαββάτῳ ἀντὶ τοῦ μικροῦ σαββάτου. ἀπέχεται κοινωνίας ἁπάντων αἱρέσεων· ἀποκηρύττει πορνείαν καὶ μοιχείαν καὶ ἀσέλγειαν καὶ εἰδωλολατρείαν καὶ φόνον καὶ πᾶσαν παρανομίαν καὶ μαγείαν καὶ φαρμακείαν ἀστρονομίαν κληδονισμοὺς παλμῶν παρατηρήσεις ἐπαοιδὰς περίαπτα, τὰ δὴ καλούμενα φυλακτήρια. ἀποκηρύσσει θέατρα καὶ κυνήγια καὶ ἱππικοὺς ἀγῶνας, μουσικούς τε καὶ πᾶσαν κακολογίαν καὶ καταλαλιὰν καὶ πᾶσαν μάχην καὶ βλασφημίαν, ἀδικίαν τε καὶ πλεονεξίαν καὶ τοκοληψίαν. πραγματευτὰς οὐκ ἀποδέχεται, ἀλλὰ ὑποδεεστέρους πάντων ἡγεῖται. προσφορὰς λαμβάνει παρὰ τῶν οὐκ ἀδικούντων οὐδὲ παρανομούντων, ἀλλὰ δικαίως βιούντων. εὐχὰς δὲ ἐνδελεχῶς προστάσσεται μετὰ πάσης πυκνότητος καὶ ἐκτενείας καὶ γονυκλισίας ἐν ταῖς τεταγμέναις ὥραις νύκτωρ καὶ μεθ' ἡμέραν ἀναπέμπειν θεῷ. ἔν τισι δὲ τόποις καὶ ἐν τοῖς σάββασι συνάξεις ἐπιτελοῦσιν, οὐ πάντη δέ· ἀλλὰ παρὰ τοῖς ἀκρέμοσι φυλάσσεται τὸ μὴ ὀμνύναι ὅλως μηδὲ λοιδορήσασθαι μηδὲ καταρᾶσθαι, ἐκ προστάγματος αὐτοῦ τοῦ σωτῆρος, μήτε μὴν ψεύσασθαι ὅσον κατὰ τὸ δυνατόν. οἱ πλείους δὲ πιπράσκουσι τὰ ὑπάρχοντα καὶ διδόασι πτωχοῖς. 25. Οὗτος ὁ χαρακτὴρ ταύτης τῆς ἁγίας μητρὸς ἡμῶν μετὰ τῆς προδηλωθείσης πίστεως καὶ οὗτοι οἱ θεσμοὶ ἐν αὐτῇ ἀναφέρονται. οὗτος γάρ ἐστιν ὁ χαρακτὴρ τῆς ἐκκλησίας, ἀπὸ νόμου καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν συνηγμένος, ὥσπερ ἐκ πολλῶν μύρων ἀντίδοτος ἀγαθὴ τοῖς χρωμένοις εἰς σωτηρίαν κατεσκευασμένη, ἐκ θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. οὗτοι οἱ χαρακτῆρες τῆς σεμνῆς ταύτης νύμφης Χριστοῦ, αὕτη ἡ προὶξ καὶ διαθήκη κληρονομίας καὶ βού3.526 λημα τοῦ αὐτῆς νυμφίου καὶ ἐπουρανίου βασιλέως Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ δόξα τιμὴ κράτος σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας αἰώνων. ἀμήν. Πάντες οἱ παρ' ἡμῖν ἀδελφοὶ προσαγορεύουσιν ὑμῶν τὴν τιμιότητα, μάλιστα Ἀνατόλιος, ὁ διά τε σημείων καὶ σχεδαρίων τὰ κατὰ τῶν αἱρέσεων τούτων, τῶν ὀγδοήκοντά φημι, μετὰ πολλοῦ καμάτου καὶ προαιρέσεως καλλίστης γράψαι καὶ διορθώσασθαι καταξιωθείς, ἅμα τε καὶ Ὑπάτιος ὁ τιμιώτατος συνδιάκονος, ὁ τὴν μεταγραφὴν ἀπὸ τῶν σχεδαρίων ἐν τετράσι ποιησάμενος, ὑπὲρ ὧν καὶ εὔχεσθαι καταξιώσατε, τιμιώτατοι καὶ ποθεινότατοι ἀδελφοὶ ὡς ἀληθῶς. ἡ εἰρήνη τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ χάρις, καὶ ἡ ἀλήθεια κατὰ τὸ αὐτοῦ πρόσταγμα μετὰ πάντων ὑμῶν, φιλοκαλώτατοι ἀγαπητοὶ ἀδελφοί. ἀμήν.