91
γε1.377 γεννημένος. τῷ γὰρ τρίτῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ βασιλείας τὸ ῥῆμα ἐπροφητεύετο ὅτι «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει». καὶ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄχαζ, βασιλεύσαντα δεκατέσσαρα ἔτη καὶ τελευτήσαντα, εὐθύς φησιν ἡ γραφή «καὶ ἐβασίλευσεν Ἐζεκίας, καὶ ἦν εἴκοσι πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν». πῶς οὖν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτοῦ, τεσσαρεσκαίδεκα ἔτη αὐτοῦ βασιλεύσαντος, προφητευομένου τοῦ ἐκ παρθένου γεννωμένου Ἐμμανουὴλ Ἐζεκίας γεννηθήσεται, ὁ εἴκοσι ἐτῶν βασιλεύσας μετὰ τὸν αὐτοῦ πατέρα, καὶ οὐχὶ μᾶλλον φανήσεται τοῖς συνετοῖς ὅτι ἤδη ὑπῆρχεν γεννηθείς, ὅτε ὁ προφήτης προεφήτευσε τὸ ῥῆμα ἐπὶ τῆς τοῦ Ἄχαζ πατρὸς τοῦ Ἐζεκίου βασιλείας; μάλιστα οὐδὲ προφήτιδος οὔσης τῆς τοῦ Ἄχαζ γυναικός, ὡς παντί τῳ δῆλόν ἐστιν. Μαρία δὲ ἔστιν, ἡ εἰποῦσα καὶ προφητεύουσα «ὅτι ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ τῆς γῆς»· πρὸς ἣν εἰσῆλθε Γαβριὴλ καὶ εὐηγγελίσατο ὡς τὸ πνεῦμα ἐλεύσεται ἐπ' αὐτὴν τὸ ἐν Ἠσαΐᾳ λαλῆσαν καὶ γεννήσει υἱόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ πνεύματος ἁγίου καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, ὡς οὗτοι ἀφραίνοντες καὶ σφαλλόμενοι βλασφημοῦσιν. 32. Ἐλήλεγκται δὲ τοῦ ματαιόφρονος καὶ ὁ σαββατισμὸς καὶ ἡ περιτομὴ καὶ οἱ καθ' ἡμέραν βαπτισμοὶ ὑπ' αὐτοῦ γινόμενοι· ἐν γὰρ σαββάτῳ φιλοτιμεῖται τὰ πλεῖστα θεραπεύειν Ἰησοῦς. καὶ οὐ μόνον ὅτι θεραπεύει, ἀλλὰ καὶ κατὰ δύο τρόπους ἰᾶται. παραγγέλλει γὰρ τοῖς ἰατρευθεῖσιν ἐν τῷ σαββάτῳ αἴρειν τὸν κράββατον καὶ βαδίζειν, ἀλλὰ καὶ ἐν σαββάτῳ πηλὸν φυράσας ἐπέθηκεν τοῖς τοῦ τυφλοῦ ὀφθαλμοῖς· ἔργον δέ ἐστι πηλὸν φυρᾶσαι. ὅθεν γνόντες οἱ ἀπόστολοι ὅτι λέλυται τὸ σάββατον ἀπὸ τῆς αὐτοῦ ἅμα αὐτοῖς συνδιατριβῆς καὶ διδασκαλίας, τίλλουσι στάχυας σαββάτῳ καὶ ψώχουσι καὶ ἐσθίουσιν. ἦν δὲ σάββατον δευτερόπρωτον, ὡς ἔχει τὸ εὐαγγέλιον. σάββατα 1.378 γὰρ διάφορα ὥριζεν ὁ νόμος, τὸ μὲν κατὰ ἑβδομάδα ἀνακυκλούμενον φύσει σάββατον, τὸ δὲ διὰ τὰς ὑποπιπτούσας τῆς κατὰ σελήνην νεομηνίας καὶ τὰς καθεξῆς ἑορτάς, οἷον ἡμέρας σκηνοπηγίας καὶ ἡμέρας Πάσχων, ὅτε τὸ πρόβατον θύουσι καὶ ἄζυμα λοιπὸν ἐσθίουσιν· ἔτι δὲ ὅτε τὴν μίαν νηστείαν νηστεύουσι τοῦ ἔτους, τὴν λεγομένην μεγάλην, καὶ τὴν ἄλλην, ἣν λέγουσι μικράν. ὅτε γὰρ ὑποπίπτουσιν αὗται αἱ ἡμέραι, ἤτοι ἐν δευτέρᾳ σαββάτων ἢ ἐν τρίτῃ ἢ ἐν τετράδι, σάββατον καὶ αὐτὸ αὐτοῖς ὁρίζεται. διὸ μετὰ τὴν τῶν ἀζύμων γενομένην ἡμέραν καὶ ὁρισθεῖσαν ἡμέραν σαββάτου, τῷ σαββάτῳ φύσει τῷ μετὰ τὴν ἡμέραν τῶν ἀζύμων εἰς σάββατον λελογισμένην, εὑρέθησαν διαβαίνοντες διὰ τῶν σπορίμων καὶ ἔτιλλον στάχυας καὶ ἔψωχον καὶ ἤσθιον, δεικνύντες ὅτι λέλυται ὁ δεσμὸς ὁ ἐν τῷ σαββάτῳ ὁριζόμενος, ἐλθόντος τοῦ μεγάλου σαββάτου τουτέστιν Χριστοῦ, τοῦ ἀναπαύσαντος ἡμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν, οὗ τύπος ἦν ὁ Νῶε, ὃν ὁ πατὴρ αὐτοῦ γεννηθέντα ἑωρακὼς κατὰ προφητείαν ἐπέθετο αὐτῷ ὄνομα Νῶε, λέγων ὅτι «οὗτος ἀναπαύσει ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἤτοι σκληρῶν ἔργων ἡμῶν». ὁ Νῶε δὲ ἀπὸ ἁμαρτιῶν οὐκ ἀνέπαυσεν, ἀλλὰ εἰς Χριστὸν προεφήτευσεν ὁ Λάμεχ τὴν προφητείαν, τὸν Νῶε ἑρμηνευόμενον ἐν ἀληθείᾳ Νῶε γὰρ ἀνάπαυσις ἑρμηνεύεται καὶ Σεβέθ, ὅπερ ἀνάπαυσις καὶ σάββατον ἑρμηνεύεται· ὅ ἐστιν Χριστός, ἐν ᾧ ἀναπέπαυται ὁ πατὴρ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, καὶ πάντες ἄνθρωποι ἅγιοι ἐν αὐτῷ ἀνεπαύσαντο, παυσάμενοι ἀπὸ ἁμαρτημάτων. οὗτός ἐστι τὸ μέγα σάββατον καὶ ἀίδιον, οὗ τύπος ἦν τὸ μικρὸν καὶ πρόσκαιρον σάββατον, ἐξυπηρετούμενον ἄχρι τῆς αὐτοῦ παρουσίας, προσταχθὲν ὑπ' αὐτοῦ κατὰ τὸν νόμον καὶ ἐν αὐτῷ λυθὲν καὶ πληρωθὲν ἐν τῷ εὐαγγελίῳ· οὕτως γὰρ εἶπεν ὅτι «κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». ὅθεν θαρσαλέως οἱ μαθηταὶ λύουσι τὸ σάββατον, ἐπειδὴ καὶ οἱ πρὸ αὐτῶν ἱερεῖς ἔλυον ἐν τῷ ναῷ τὸ σάββατον θύοντες καὶ θεῷ 1.379 θυσίας προσφέροντες, ἵνα μὴ ἀργήσῃ θυσία ἡ