350
κόσμῳ καὶ διὰ τῆς Θηβαΐδος διιών, ὅρμοι γὰρ τῆς ἐρυθρᾶς θαλάσσης διάφοροι, ἐπὶ τὰ στόμια τῆς Ῥωμανίας διακεκριμένοι, ὁ μὲν εἷς ἐπὶ τὴν Αἰλᾶν, ἥτις ἐστὶν ἐν τῇ θείᾳ γραφῇ Αἰλῶν· ἔνθα που ἡ ναῦς Σολομῶντος διὰ τριῶν ἐτῶν ἐρχομένη ἔφερε 3.17 χρυσὸν καὶ ὀδόντας ἐλεφαντίνους, ἀρώματά τε καὶ ταῶνας καὶ τὰ ἄλλα, ὁ δὲ ἕτερος ὅρμος ἐπὶ τὸ Κάστρον τοῦ Κλύσματος, ἄλλος δὲ ἀνωτάτω ἐπὶ τὴν Βερνίκην καλουμένην, δι' ἧς Βερνίκης καλουμένης ἐπὶ τὴν Θηβαΐδα φέρονται, καὶ τὰ ἀπὸ τῆς Ἰνδικῆς ἐρχόμενα εἴδη ἐκεῖσε τῇ Θηβαΐδι διαχύνεται ἢ ἐπὶ τὴν Ἀλεξανδρέων διὰ τοῦ Χρυσορρόᾳ ποταμοῦ, Νείλου δέ φημι, τοῦ καὶ Γεὼν ἐν ταῖς γραφαῖς λεγομένου, καὶ ἐπὶ πᾶσαν τῶν Αἰγυπτίων γῆν καὶ ἐπὶ τὸ Πηλούσιον φέρεται· καὶ οὕτως εἰς τὰς ἄλλας πατρίδας διὰ θαλάσσης διερχόμενοι οἱ ἀπὸ τῆς Ἰνδικῆς ἐπὶ τὴν Ῥωμανίαν ἐμπορεύονται. 2. Ταῦτα δέ μοι κατὰ λεπτὸν ἐσπουδάσθη ἱστορίας χάριν παραδοῦναι, ὅπως καὶ τῶν ῥιζῶν ἑκάστης ὑποθέσεως οἱ ἐντυγχάνειν ἐθέλοντες μὴ ἀμοιρήσωσι. δεῖ γὰρ τὸν ἐπιβαλλόμενον διηγήσει τινὶ κατὰ δύναμιν ἐπιβάλλεσθαι καὶ ἐκ τῆς ῥίζης ποιεῖσθαι τὴν εἰσαγωγήν· ἔνθεν εὑρίσκεται καὶ τὰ τῆς ἀληθείας, κἄν τε ἀπορῇ ὁ λέγων εὐκοσμίας λόγου καὶ εὐεπείας φθογγῆς, ὅμως ἀπὸ τῆς ἀληθινῆς ἱστορίας τὸ ζητούμενον τοῖς συνετοῖς ἀποδειχθήσεται. ἐν ἀρχῇ τοίνυν οὗτος ὁ Σκυθιανὸς πλούτῳ πολλῷ ἐπαρθεὶς καὶ κτήμασιν ἡδυσμάτων καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς Ἰνδίας καὶ ἐλθὼν περὶ τὴν Θηβαΐδα εἰς Ὑψηλὴν πόλιν οὕτω καλουμένην, εὑρὼν ἐκεῖ γύναιον ἐξωλέστατον καὶ κάλλει σώματος πρόοπτον ἐκπλῆξάν τε αὐτοῦ τὴν ἀσυνεσίαν, ἀνελόμενός τε τοῦτο ἀπὸ τοῦ στέγους ἕστηκε γὰρ ἡ τοιαύτη ἐν τῇ πολυκοίνῳ ἀσεμνότητι ἐπεκαθέσθη τῷ γυναίῳ καὶ ἐλευθερώσας αὐτὸ συνήφθη αὐτῷ πρὸς γάμον. χρόνου δὲ πολλοῦ προκόπτοντος διὰ τὴν ὑπερβολὴν ἧς εἶχε τρυφῆς οὐκ ἤνεγκεν ὁ ἀλιτήριος, ἀλλὰ ὡς ἀργὸς καὶ ἐθὰς κακῶν ἐκ τοῦ περισσοῦ τῆς τρυφῆς στρήνου ἐπενόει λοιπὸν κατὰ τὸν νοῦν τι καινότερον τῷ βίῳ προσοῖσαι καὶ ἀφ' ἑαυτοῦ διανοηθεὶς ἐπλάσατο ῥήματα τοιαῦτα, οὐκ ἀπὸ τῆς θείας γραφῆς εὑράμενος καὶ πνεύματος ἁγίου φθογγῆς, ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρωπείας φύσεως τῶν δειλαίων φάσκων· τίνι τῷ λόγῳ ἄνισα κεῖται τὰ ἐν 3.18 παντὶ τῷ ὁρωμένῳ τῆς κτίσεως κύτει, μέλαν καὶ λευκόν, πυρρὸν καὶ χλωρόν, ὑγρὸν καὶ ξηρόν, οὐρανὸς καὶ γῆ, νὺξ καὶ ἡμέρα, ψυχὴ καὶ σῶμα, ἀγαθόν τε καὶ φαῦλον, δίκαιόν τε καὶ ἄδικον, ἀλλ' ὅτι πάντως ταῦτα ἐκ δύο τινῶν ἀρχῶν συνέστηκεν; ἐνεκίσσα δὲ ἐν τῇ αὐτοῦ διανοίᾳ ὁ διάβολος, ἐπὶ πλεῖον στρατεύσας αὐτὸν κατὰ τῆς ἀνθρωπείας φύσεως, τὸ δεινὸν φρόνημα, ὡς ὑπονοεῖν τὸ μὴ ὂν καὶ τὸ ὂν μὴ ἐπιγινώσκειν, ἵνα πόλεμόν τινα ἐν ταῖς διανοίαις τῶν ἠπατημένων ἐνστήσηται τοῖς νομίζουσιν εἶναί τι μετὰ τὸν ὄντα καὶ ὡς εἰπεῖν ἐκ δύο ῥιζῶν ἢ δύο ἀρχῶν ἐνεργεῖσθαι τὰ πάντα· ὅπερ ἐστὶ πάντων δυσσεβέστατον καὶ μοχθηρότατον. ἀλλὰ περὶ τούτου αὖθις ἐρῶ. ἐν τούτοις γὰρ ὁ προειρημένος Σκυθιανὸς τυφλωθεὶς τὴν διάνοιαν, λαβὼν παρὰ Πυθαγόρου τὰς προφάσεις οὕτως ἐφρόνησε καὶ βίβλους τέσσαρας ἑαυτῷ πλάσσεται, τῇ μιᾷ ὄνομα θέμενος Μυστηρίων, τῇ δὲ δευτέρᾳ Κεφαλαίων, τῇ τρίτῃ Εὐαγγέλιον, τῇ τετάρτῃ Θησαυρόν· ἐν αἷς τὰ ἰσόζυγα καὶ τὰ ἰσόρροπα τῶν δύο ἀρχῶν συζεύξας πρόσωπα καθ' ἑκάστην ὑπόθεσιν *, οὕτως ὑπολαβὼν ὁ τάλας καὶ οὕτως κατὰ τοῦτο τὸ μέρος ἐφαντάζετο, ὥς τι μέγα εὑρὼν τῷ βίῳ. καὶ τῷ ὄντι μέγα κακὸν εὕρατο τῷ βίῳ καθ' ἑαυτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πλανωμένων. 3.19 3. Ἐπειδὴ δὲ ὁ ἀνὴρ ἐν τούτοις ἦν, ἀκηκόει δὲ πῶς οἱ προφῆται καὶ ὁ νόμος προεφήτευον περὶ τῆς τοῦ κόσμου συστάσεως καὶ περὶ τοῦ ἑνὸς καὶ μονάρχου τοῦ ἀεὶ ὄντος καὶ μὴ διαλείποντος τοῦ εἶναι πατρὸς καὶ τοῦ αὐτοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἠθέλησε, περιττοτέρᾳ τινὶ φερόμενος ἡδυπαθείᾳ καὶ κατὰ τὸν ἰδιωτικὸν αὐτοῦ νοῦν ἐπιτωθάζων καὶ βαρεῖ στρήνῳ ἐν ἑαυτῷ ἀγόμενος,