417
κτῆσις πολλῶν καὶ δικαιοσύνη. ἐν ὁδῷ δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἀγαπῶσί με ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» καὶ τὰ ἑξῆς, δηλονότι βουλομένων τινῶν ἀντιλέγειν τῇ λέξει ἀνθυποφορᾷ χρῶνται οἱ δι' ἐναντίας διὰ τοῦ ὀνόματος τῆς σοφίας καὶ τῆς ἀκολουθίας τοῦ λόγου τοῦ λέγοντος «κύριος ἔκτισε με», σὺν τῷ εἰπεῖν «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν»· ὅτι «ἰδού, φησίν, ἡ σοφία ἀπ' ἀρχῆς ἑαυτὴν ὀνομάσασα καὶ προβαίνουσα καθ' ἑξῆς ἑαυτὴν σημαίνει λέγουσα· κύριος ἔκτισέ με. ἰδοὺ γὰρ λέγει ἄνω· ἐγὼ ἡ σοφία, καὶ κάτω λέγει· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. καὶ τί φησι· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ;» 3.171 21. Ἔφημεν δὲ ὅτι πολλαί τινες αἱ καταχρηστικῶς λεγόμεναι κατὰ καιρὸν ἐκ θεοῦ δοθεῖσαι σοφίαι, ὅτι πάντα ὁ θεὸς ἐν σοφίᾳ ἐπιτελεῖ. μία δέ ἐστιν ἡ οὖσα σοφία τοῦ πατρὸς ὁ ἐνυπόστατος θεὸς λόγος. αὐτὸ γὰρ τὸ ῥῆμα οὐ πάντως ἀναγκάζει με περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγειν· οὐ γὰρ γραφὴ ἐδήλωσεν οὐδέ τις τῶν ἀποστόλων ἐμνημόνευσεν, ἀλλ' οὔτε τὸ εὐαγγέλιον. εἰ δὲ ἄρα περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦτο ἐλαμβάνετο, οὐκ ἔστι ταὐτὸν τὸ ῥῆμα οὔτε πρὸς εὐθεῖαν κρίσιν κείμενον. ὅλη γὰρ ἡ βίβλος παροιμίαι εἰσί. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταὐτόν ἐστι τῇ δυνάμει, ἀλλὰ ἄλλῃ μὲν ῥήσει διηγεῖται, ἄλλῃ δὲ δυνάμει ἀλληγορεῖται. εἰ τοίνυν τοῦτο λέγει καὶ τολμῶσι τινὲς ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ τοῦτο φέρειν, -μὴ γένοιτο· ἐπὶ τῇ θεότητι αὐτοῦ τοῦτο οὐ φέρεται τὸ ῥῆμα. εἰ δὲ δύναται ἐν τῇ ἐνσάρκῳ αὐτοῦ πληροῦσθαι παρουσίᾳ ἐπειδὴ γὰρ αὐτὴ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ τὸν οἶκον» καὶ εἰ ἄρα ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως εὐσεβῶς λεχθείη, ὡς ἡ ἔνσαρκος αὐτοῦ παρουσία περὶ τῆς αὐτοῦ θεότητος φάσκει ὅτι «κύριος ἔκτισέ με» τουτέστιν ᾠκοδόμησέ με ἐν γαστρὶ Μαρίας «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» ἀρχὴ γὰρ ὁδῶν τῆς καθόδου Χριστοῦ εἰς τὸν κόσμον τὸ σῶμα τὸ ἐκ Μαρίας ληφθὲν ἐν τῷ ἔργῳ αὐτοῦ τῆς δικαιοσύνης καὶ σωτηρίας, ἀλλὰ πάντως προπηδήσειεν ὁ τὴν καρδίαν βεβλαμμένος καὶ τὴν δεινὴν ταύτην πληγὴν πεπληγμένος, περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχων τὴν ἔχθραν ἐν τῇ διανοίᾳ, «ὅτι, φησίν, εἶπεν· "3ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι"3, καὶ ὁρᾷς ὅτι ἐξ αἰῶνος λέγει, ἡ δὲ ἔνσαρκος θεοῦ παρουσία μετὰ ἑξήκοντα δύο γενεὰς κατὰ τὸν Ματθαῖον ἦλθε· πῶς οὖν δύναται τὰ ἐξ ἀρχῆς αἰῶνος τούτῳ λέγεσθαι;» 22. Καὶ οὐκ οἴδασιν οἱ τὴν πᾶσαν ὁδὸν τῆς ἀληθείας πεπλανημένοι, ὅτι ἀεὶ ἡ θεία γραφὴ πάντα ὅσα βούλεται διδάσκειν, εἰ ἄρχεται διηγεῖσθαι, οὐκ εὐθὺς εἰς τὸ ἀρχαΐζον καὶ ὡς εἰπεῖν εἰς τὸ κεφάλαιον ἐπιβάλλεται, ἀλλ' ἀπὸ τῶν ἐγγυτάτων ἄρχεται, ἵνα τὸ προὸν ἔσχατον σημάνῃ. διὰ τοῦτο γὰρ καὶ εἶπεν «ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα», ἀπὸ τούτων δὲ «μνημονεύσω καὶ τὰ ἐξ αἰῶνος»· ὡς καὶ τῷ Μωυσῇ ἐσήμανεν ὁ θεὸς πρῶτον τὸ πῦρ καιόμενον καὶ ἐν πυρὶ βάτου γέγονεν ἡ ὀπτασία τὸ ἔναγχος· ἄγγελος δὲ αὐτῷ λελάληκεν εὐθέως, μετέπειτα δὲ 3.172 κύριος ἀπὸ τῆς βάτου. ὁ δὲ πρὸς αὐτοῦ εὐθὺς οὐ τὰ ὁρώμενα ζητεῖ, ἀλλὰ τὰ ἀπ' ἀρχῆς ἐρωτᾷ· «δεῦρο γάρ, φησίν, ἀποστείλω σε πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς, ὅτι ὁ θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με. ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», πρὸ γενεῶντοῦ Μωυσέως πέντε ἢ ἓξ ὀνομάσας τοὺς περὶ Ἀβραάμ, καὶ ἐπειδὴ εἶπεν «θεὸς τῶν πατέρων», τὸ ἀρχαῖον ἀπεφήνατο· ὁ δὲ Μωυσῆς συνέσει ἐκ θεοῦ κεχαριτωμένος ἠρώτα οὐ ταῦτα, ἀλλὰ καὶ τὸ