428
ἣν ἤκουσα παρὰ τοῦ πατρός μου» *, ἀλλ' 3.190 οὐ τῆς ἐνανθρωπήσεως διορίζων τὴν θεότητα. οὔτε γὰρ ἐκτὸς τῆς ἐνανθρωπήσεως ὑπῆρχεν ἡ θεότης, ὁπηνίκα ἔμελλε πάσχειν, οὔτε ἐν τῷ πάσχειν ἐγκατελείφθη ὑπὸ τοῦ λόγου ἡ ἔνσαρκος παρουσία. ἀλλ' οὔτε ὁ ἀπαθὴς λόγος πέπονθε τὸ πρότερον ἀλλ' ἢ ἐν σαρκὶ ὢν τῇ πασχούσῃ. ἀληθὲς γάρ ἐστιν ἐπ' ἀμφοτέρων τὸ ἓν ὄνομα, ἔν τε τῇ θεότητι καὶ ἐν τῇ ἐνανθρωπήσει. Χριστὸς γὰρ ἡ ἐνανθρώπησις αὐτοῦ τοῦ λόγου καὶ Χριστὸς κύριος ἐν αὐτῇ τῇ ἐνσάρκῳ παρουσίᾳ. ἀλλὰ τὸ μὲν παθεῖν ἐν σαρκί, καθὼς εἶπε Πέτρος ὅτι «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί», ἵνα δείξῃ τὴν ἀπάθειαν τῆς θεότητος, καὶ πάλιν «ἀποθανὼν ἐν σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι». «τοῦτον οὖν τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε», ἵνα μὴ παραλειφθῇ ἡ ἁγία ἔνσαρκος οἰκονομία ἀπὸ τοῦ ἀπαθοῦς καὶ ἀκτίστου λόγου, ἀλλὰ συνενωθῇ ἄνω τῷ ἀκτίστῳ λόγῳ διὰ τοῦτο καὶ «κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησε» τὸ ἐκ Μαρίας συλληφθέν, τὸ ἐν θεότητι συνενωθέν· οὐ γὰρ ἡ Μαρία θεὸς κατὰ φύσιν, διὰ τοῦτο ἑξῆς τὸ «ἐποίησεν» ἐπιφέρει, ὡς καὶ ὁ ἄγγελος Γαβριήλ φησιν, ἐρωτησάσης αὐτῆς ὅτι «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω» φησί, «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». ὅταν δὲ εἴπῃ «καὶ τὸ γεννώμενον», ἔδειξεν ἀκαταζητήτως περὶ θεοῦ λόγου, ὅτι υἱός ἐστιν ἀναμφιβόλως, οὐ κτισθείς, οὐ ποιηθείς. περὶ δὲ τῆς ἀπὸ Μαρίας ἐνσάρκου οἰκονομίας, μετὰ προσθήκης τοῦ «καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ» ἔδειξεν ὅτι καὶ τὸ γεννώμενον τὸν Χριστὸν καὶ κύριον ἐποίησεν· ὡς ἐπὶ τοῖς ἄλλαις ῥήσεσι πάντα σαφῶς ἐπληρώθη καὶ οὐδὲν καμάτου περιέχουσιν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται καὶ οὐδεμία ἔστι παρεκτροπὴ τοῖς τῆς ἰδίας ζωῆς ἐπιμελουμένοις. ζῶν γὰρ ὁ λόγος ἀπὸ ζῶντος πατρός, υἱὸς τοῦ πατρός, καὶ οὐ κτιστός. πάντα δὲ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται, ἵνα μήτε φάντασμα νομισθείη μήτε ὁμοούσιος ἡ σὰρξ τῇ ἄνω θεότητι, ἀλλὰ συνηνωμένη ἡ ἐνανθρώπησις αὐτοῦ εἰς μίαν ἀπάθειαν, μάλιστα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. «οὐκέτι γὰρ ἀποθνήσκει, φησί, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.» ἔστι γὰρ εἷς κύριος, εἷς Χριστός, εἷς βασιλεύς, ἐν δεξιᾷ πατρὸς καθήμενος, τὸ σωματικὸν καὶ πνευματικὸν μία ἕνωσις, μία θεότης πνευματική, τὰ ἀμφότερα φω3.191 τεινὰ καὶ ἔνδοξα. ἔτι δὲ ὑπερβήσομαι τὸ ῥητὸν ἱκανῶς ἑρμηνευόμενον νομίζων καὶ ἐπὶ τὰ ἕτερα τῆς αὐτῶν * εἰς ἀνατροπὴν τῶν ἀκουόντων ἐπινενοημένης * τοῦ λέγειν ἐπιλάβοιμι. 43. Φασὶ γὰρ πάλιν· εἰ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, πῶς οὐκ οἶδε τὴν ὥραν καὶ τὴν ἡμέραν, ἀλλὰ ἰδίῳ λόγῳ ὁμολογεῖ τοῖς μαθηταῖς μὴ εἰδέναι ἃ ὁ πατὴρ ἐπίσταται, φήσας ὅτι «περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι ἐν οὐρανῷ οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» εἰ τοίνυν, φασίν, ὁ πατὴρ οἶδε καὶ αὐτὸς οὐκ οἶδε, πῶς δύναται ἡ αὐτὴ θεότης πατρὸς καὶ υἱοῦ ὑπάρχειν, ὁπότε ἃ οἶδεν ὁ πατὴρ ὁ υἱὸς ἀγνοεῖ; ὅσα δὲ μυστικῶς καὶ ἐν τῇ ἐνθέῳ αὐτοῦ σοφίᾳ πρὸς ἀσφάλειαν γνώσεως ἀληθεστάτης ὁ μονογενὴς διδάσκων ὑφηγεῖτο, οὗτοι ἀγνοοῦντες τὰ ἀνθρωποπαθῆ, πάντα εἰς ἑαυτῶν βλάβην, ὥσπερ δεινὰ ἑρπετὰ καὶ εἰς ἑαυτῶν λύμην τὰ ὑπὸ τοῦ πανούργου θηρευτοῦ δεδελεασμένα ἀφαρπάζουσιν, οὐκ εἰδότες ὅτι τὸ ψεῦδος οὐδαμοῦ σταθήσεται, ἡ δὲ ἀλήθεια πάντη τοὺς ἰδίους αὐτῆς υἱοὺς διορθοῦται καὶ ἐξελέγχει τὸ ψεῦδος. εἴπωσι γὰρ ἡμῖν οἱ τὴν κακὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ κεκτημένοι ἀπ' ἀρχῆς, τί μεῖζον ἐστὶ κατὰ φύσιν καὶ πρὸς τὴν εἴδησιν, ὁ θεὸς ὁ πάντων δεσπότης καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ ἡ ἡμέρα ὑπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀγομένη τε καὶ γινομένη καὶ ἡ ὥρα ἐκείνη; πάντως δὲ ἐρωτώμενοι ἀναγκασθήσονται ἀπ' αὐτῆς τῆς ἀληθείας τὸν πατέρα μείζονα λέγειν, ὡς καὶ ἔστιν. εἰ τοίνυν φάσκει ὁ υἱὸς λέγων «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν