538
μονογενεῖ καὶ τῷ ἁγίῳ πνεύματι μήτε κατὰ τὸ σέβας. τὰ μὲν γάρ ἐστιν ἐξ οὐκ ὄντων κεκτισμένα καὶ οὐ προσκυνητά, ἡ δὲ τριὰς ἀεί ἐστιν, ὁ πατὴρ πατὴρ τέλειος καὶ ὁ υἱὸς υἱὸς τέλειος ἐκ πατρὸς γεννηθεὶς καὶ τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα τέλειον ἐκ πατρὸς προελθὸν καὶ τοῦ υἱοῦ λαμβάνον. καὶ πάντα ἡμῖν φωτεινὰ τὰ τῆς θείας γραφῆς καὶ τὰ τῆς ἁγίας πίστεως, καὶ οὐδὲν σκολιὸν ἢ ἐναντίον ἢ στραγγαλιῶδες. 46. ˉκˉθ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. Ἀνατροπή. Πολλάκις κατὰ τῶν αὐτῶν Ἀέτιος φέρεται, ὥσπερ καὶ αὐτὸς πολλάκις ἔφην, εἰς κάματον μόνον ἡμᾶς φέρων καὶ οὐδὲν περισσότερον. διὸ καὶ ἐν τῷ παρόντι ἀνάγκην ἔσχομεν τῷ καμάτῳ προσθεῖναι καὶ τὰ αὐτὰ τοῖς αὐτοῖς δευτερολογεῖν, ἐπειδήπερ καὶ αὐτῷ οὕτως ἔδοξεν. εἰ γὰρ καὶ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ἡ ἀγέννητος γεννήσασα, οὐδὲν διοίσει τῷ ἀξιώματι ἐπὶ τῷ γεννᾶν ὁ γεννήτωρ τοῦ γεγεννημένου. 3.400 ἐξ αὐτοῦ γὰρ ἐγέννησεν οὐσιωδῶς πνεῦμα ἐκ πνεύματος καὶ οὐ σῶμα ἐκ σώματος. διὸ ἀσυγκρίτως συνεμφαίνεται συμπρέπων ὁ γεννήτωρ τῷ γεγεννημένῳ καὶ ὁ γεγεννημένος τῷ γεγεννηκότι. οὔτε γὰρ προσθήκης δεῖται τὸ θεῖον, ἵνα ποτὲ πατὴρ κληθείη, ποτὲ δὲ οὔ, οὔτε ὁ υἱὸς εὑρεθήσεται * ἐκ τοῦ ἄνωθεν συνδέσμου ποτὲ μὴ ὤν, ἄρτι δὲ ὤν. διὸ αὐτοουσία ἐστὶν ὁ θεὸς πατὴρ καὶ ὁ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ οὐχ ἑτεροουσία. οὔτε γάρ ἐστι συνάδελφος οὔτε ἐστὶν ἐπιγένητος, ἀλλὰ * ἀνεκδιηγήτως συμπρέποντος τοῦ πατὴρ ὀνόματος ὁμοουσίῳ ὄντι τῷ υἱῷ καὶ συμπρέποντος τῷ πατρὶ καὶ υἱῷ τοῦ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ τῶν αὐτοῦ λαμβάνοντος, τοῦ ἁγίου αὐτοῦ πνεύματος. διὸ τὸ ἀπρόσιτόν ἐστιν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πρὸς ἅπαντα, ὅσα ἐστὶν ὑποβεβηκότα ὄντα καὶ ἐξ αὐτῆς τῆς τριάδος κτισθέντα· ἡ δὲ τριὰς πρὸς ἑαυτὴν οὐκ ἀπρόσιτος· ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος καὶ ἀσύγκριτος. διὸ οὐ δύναται οὐδὲν ἐξισοῦσθαι πατρί, οὐ συμπροσκυνεῖται αὐτῷ τι τῶν ἐξ οὐκ ὄντων γεγονότων καὶ οὐχὶ γεγεννημένων. οὐδενὶ γὰρ τῶν γεγονότων εἶπε ποτὲ «κάθου ἐκ δεξιῶν μου», οὐδὲ μὴν ὁ μονογενὴς περί τινος εἴρηκεν ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου, τοῦ γινώσκοντος καὶ διδάσκοντος καὶ ἀπαγγέλλοντος ἐν κόσμῳ τὰ υἱοῦ, «ἐρευνῶντός τε καὶ τὰ βάθη τοῦ θεοῦ». διὰ τοῦτο γάρ φησιν «ὁ μὴ τιμῶν τὸν υἱὸν καθὼς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν»· καὶ οὐκ εἶπεν «ὁ μὴ τιμῶν ἀγγέλους ὡς τιμᾷ τὸν πατέρα», οὐδὲ πάλιν εἶπεν «ὁ μὴ καὶ τὸν υἱὸν τιμῶν», ἀλλὰ τὸν υἱὸν ὡς τὸν πατέρα, ὡσαύτως ὅτι «οὐκ ἀφεθήσεται τῷ εἰς τὸ πνεῦμα βλασφημοῦντι, οὔτε ᾧδε οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», ἵνα σημάνῃ τῆς τριάδος τὸ ἀπρόσιτον καὶ ἀσύγκριτον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. 47. ˉλ. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μή ἐστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι; 3.401 Ἀνατροπή. Πρέπει λέγειν καὶ ὁμολογεῖν καὶ οὕτως κατέχειν, ὅτι πάσης φύσεως ὑπερέχει ὁ παντοκράτωρ, ἐξ οὗπερ ἡμῖν ὁ μονογενὴς ἀνεκδιηγήτως προῆλθεν ὁ θεὸς λόγος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. καὶ διὰ τοῦτο ἀσφαλῶς οὐ κτίσιν θεολογοῦμεν, ἵνα μὴ μωρανθῶμεν. τὴν δὲ ὑπερβαίνουσαν πᾶσαν φύσιν τριάδα δοξολογοῦμεν, υἱὸν σὺν πατρὶ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, διότι ἀγέννητον καὶ ἄκτιστον. ἐπειδὴ γὰρ οὔτε ἄλλης φύσεως ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα, ἀλλὰ θεὸς ἐκ θεοῦ, καὶ φῶς ἐκ φωτός, σὺν τῷ παντοκράτορι πατρὶ καὶ αὐτὸς ὁ μονογενὴς παντοκράτωρ ἀκούσει, ὡς καὶ σαφῶς ἔχει ἡ θεία γραφή. οὐ γὰρ ἀλλοῖός ἐστι