1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

3

αἴσθωνταί τινες ἐκείνων ὅτι παρὰ Χριστιανοῖς εἰσί τινες ἄνθρωποι οὕτω πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἐκπεπολεμωμένοι, ὡς μὴ μόνον τῶν ὑπὲρ ταύτης ἀφίστασθαι πόνων, ἀλλὰ μηδὲ τοὺς ὑπὲρ τούτων ἀνέχεσθαι λόγους, καὶ οὐδὲ ἐνταῦθα στῆναι τῆς μανίας ἀνέχονται, ἀλλὰ κἂν ἕτερός τις ταῦτα συμβουλεύῃ καὶ διαλέγηται, καὶ τοῦτον πάντοθεν ἐλαύνουσιν· ἂν ταῦτα αἴσθωνται, δέδοικα μή ποτε οὔτε ἀνθρώπους ἡμᾶς εἶναι νομίσωσιν, ἀλλὰ θηρία καὶ τέρατα ἀνθρωπόμορφα, καὶ δαίμονάς τινας ἀλάστορας, καὶ τῆς κοινῆς φύσεως ἐχθροὺς, καὶ ταύτην οὐ περὶ τῶν ὑπευθύνων μόνον, ἀλλὰ καὶ περὶ παντὸς ἡμῶν τοῦ ἔθνους τὴν ψῆφον ἐνέγκωσι. Καὶ γελάσας ἐκεῖνος, Παίζεις, ἔφη, ταῦτα λέγων· ἐγὼ γὰρ νῦν τούτου σοι εὐκαιρότερον ἐρῶ, εἴ γε δέδοικας μὴ παρὰ τῶν σῶν λόγων μάθωσιν ἃ διὰ τῶν ἔργων ἔμαθον ἅπαντες πάλαι. Ὥσπερ γάρ τινος πονηροῦ πνεύματος τὰς ἁπάντων πεπληρωκότος ψυχὰς, οὕτω τὰ πάντων στόματα τούτων γέμει τῶν λόγων· κἂν εἰς ἀγορὰν ἐμβάλῃς, ὄψει, καὶ ἐν τοῖς ἰατρείοις, κἂν ἐν παντὶ μέρει τῆς πόλεως, ἔνθα συνεδρεύειν εἰώθασιν οἱ πράττειν οὐδὲν ἐθέλοντες, πολὺν γέλωτα παρὰ πάντων κινούμενον. Ἡ δὲ τοῦ γέλωτος τούτου καὶ τῆς κωμωδίας ὑπόθεσις, τῶν εἰς τοὺς ἁγίους ἄνδρας εἰργασμένων ἐστὶ τὰ διηγήματα. Καθάπερ γάρ τινες πολεμισταὶ πολλὰς ἠνυκότες μάχας, καὶ τρόπαια στήσαντες, τὰς ἑαυτῶν ἀριστείας διηγούμενοι χαίρουσιν, οὕτω δὴ καὶ οὗτοι γάννυνται ἐπὶ τοῖς τολμήμασι τοῖς ἑαυτῶν· καὶ ἀκούσῃ τοῦ μὲν λέγοντος ὅτι, Ἐγὼ πρῶτος καὶ χεῖρας ἐπέβαλον ἐπὶ τὸν δεῖνα τὸν μοναχὸν, καὶ πληγὰς ἐνέτεινα· ἑτέρου δὲ ὅτι, Τὸ καταγώγιον πρὸ τῶν ἄλλων εὗρον αὐτός· Ἀλλὰ τὸν δικαστὴν ἐγὼ μᾶλλον τῶν ἄλλων παρώξυνα, φησὶν ἕτερος· ἄλλος τὸ δεσμωτήριον καὶ τὰ ἐν τῷ δεσμωτηρίῳ δεινὰ, καὶ τὸ διὰ τῆς ἀγορᾶς ἑλκύσαι τοὺς ἁγίους ἐκείνους ἐν ἐγκωμίου τίθεται μέρει· καὶ ἄλλος ἄλλο. Εἶτα πάντες ἀνακαγχάζουσιν ἐπὶ τούτοις. Καὶ ταῦτα μὲν ἐν τοῖς τῶν Χριστιανῶν συνεδρίοις· οἱ δὲ Ἕλληνες καὶ τούτους γελῶσι, καὶ τοὺς ὑπ' αὐτῶν γελωμένους· τοὺς μὲν, ἐφ' οἷς ἔδρασαν, τοὺς δὲ ἐφ' οἷς ἔπαθον· καὶ πολέμου τινὸς ἐμφυλίου τὰ πάντα ἐμπέπλησται, μᾶλλον δὲ ταῦτα ἐκείνου πολλῷ χαλεπώτερα. Ἐκεῖνον μὲν γὰρ οἱ πολεμήσαντες τὸν πόλεμον, ὅταν ποτὲ ὕστερον ἀναμνησθῶσιν αὐτοῦ, τοῖς τε κεκινηκόσιν αὐτὸν ἐπαρῶνται πολλὰ, καὶ δαίμονί τινι πονηρῷ τὰ ἐν αὐτῷ γενόμενα ἅπαντα ἀνατιθέασι· κἀκεῖνοι μὲν πλέον τι τῶν ἄλλων αἰσχύνονται, ὅσῳπερ ἂν ἐν αὐτῷ πλέον τι τῶν ἄλλων ἐργάσωνται· οὗτοι δὲ καὶ ἐγκαλλωπίζονται τοῖς τολμήμασι. Καὶ οὐ τοῦτο μόνον, ὅτι ἐναγέστερος οὗτος ἐκείνου ὁ πόλεμος, οὐδὲ ὅτι πρὸς ἁγίους καὶ οὐδὲν ἠδικηκότας γίνεται μόνον, ἀλλ' ὅτι καὶ πρὸς ἀνθρώπους ποιεῖν μὲν οὐδένα εἰδότας κακῶς, πάσχειν δὲ παρεσκευασμένους μόνον.

γʹ. Ἐπίσχες, ἔφην, ἐπίσχες· καὶ γὰρ καὶ τούτων ἡμῖν ἅλις τῶν διηγημάτων, εἴ γε μὴ παντελῶς με ἐκπνεῦσα. δέοι· ἀλλὰ μικρὰν γοῦν τινα ἔχοντα ἰσχὺν, ἀπελθεῖν ποίησον. Σὺ μὲν γὰρ πάντως ὅπερ ἐπέταξας γενήσεται· μόνον μηδὲν ἕτερον ἡμῖν προσθῇς διήγημα, ἀλλ' ἀπελθὼν εὔχου σκεδασθῆναί μοι τῆς ἀθυμίας τὸ νέφος, καὶ 47.323 λαβεῖν τινα παρὰ τοῦ πολεμουμένου Θεοῦ ῥοπὴν εἰς τὴν ἰατρείαν τῶν πολεμούντων αὐτόν· δώσει δὲ πάντως φιλάνθρωπός τε ὢν, καὶ τὸν θάνατον μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Οὕτως ἀποπέμψας ἐκεῖνον, τῶν λόγων ἡπτόμην τούτων. Καὶ γὰρ εἰ μὲν τοῦτο μόνον ἦν τὸ δεινὸν, τὸ τοὺς ἁγίους τοῦ Θεοῦ καὶ θαυμαστοὺς ἄνδρας ἐκείνους ἕλκεσθαι καὶ σπαράσσεσθαι συρομένους εἰς δικαστήρια, καὶ τυπτομένους, καὶ τὰ ἄλλα πάσχοντας, ἅπερ διηγησάμην ἄρτι, μηδεμία δὲ ἀπὸ τούτων εἰς τὴν τῶν ταῦτα τολμώντων κεφαλὴν ἐτρέπετο βλάβη, τοσοῦτον ἀπέσχον ἀλγῆσαι τοῖς γινομένοις, ὅτι κἂν ἐγέλασα σφόδρα ἡδὺ, καὶ δαψιλὲς ἐπ' αὐτοῖς· ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ, ὅταν μὲν ἀκινδύνως πλήττῃ τὰς μητέρας, πολὺν κινεῖ τὸν γέλωτα ταῖς πληττομέναις αὐταῖς, καὶ ὅσῳπερ ἂν ἐκ πλείονος τοῦτο ἐργάζηται τοῦ θυμοῦ, τοσοῦτον μᾶλλον αὐταῖς