1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

4

ἐπιτείνει τὴν ἡδονὴν, ὡς καὶ διαχεῖσθαι καὶ ἀνακλᾶσθαι τῷ γέλωτι· εἰ δὲ τῷ συνεχῶς καὶ ῥαγδαίως τοῦτο ποιεῖν τρωθείη ποτὲ, ἢ βελόνης τῷ χιτωνίσκῳ τῆς μητρὸς περὶ τὴν ζώνην ἐμπεπερονημένης, ἢ τῆς κερκίδος πρὸ τῶν στέρνων τῶν μητρικῶν τὴν χεῖρα τοῦ παιδὸς δεξαμένης, τότε δὴ, τότε, τὸν γέλωτα ἀφεῖσα ἡ μήτηρ, μείζονι τοῦ πληγέντος περιωδυνίᾳ κατέχεται· καὶ τέως μὲν θεραπεύει τὸ τραῦμα, τοῦ λοιποῦ δὲ μετὰ σφοδρᾶς ἀπαγορεύει τῆς ἀπειλῆς τὰ τοιαῦτα μὴ ποιεῖν, ὡς μηκέτι παθεῖν τὰ αὐτά. Καὶ ἡμεῖς τοίνυν τὰ αὐτὰ ἂν ἐδράσαμεν, εἰ τὸν παιδικὸν τοῦτον ἑωρῶμεν θυμὸν, καὶ τὴν τῶν νηπίων πληγὴν, μὴ μέγαν αὐτοῖς τὸν ὄλεθρον φέρουσαν· ἐπειδὴ δὲ μικρὸν ὕστερον, κἂν μὴ νῦν αἴσθωνται τῷ θυμῷ κατεχόμενοι, κλαύσουσι καὶ οἰμώξουσι καὶ ὀδυροῦνται, οὐ τοιοῦτον ὀδυρμὸν, οἷον τὰ παιδία τὰ μικρὰ, ἀλλὰ τὸν ἐν τῷ σκότει τῷ ἐξωτέρῳ, τὸν ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· τὸ αὐτὸ πάλιν ταῖς μητράσι ποιήσωμεν, τοσοῦτον αὐτῶν διαλλάττοντες, ὅσον οὐ μετ' ἀπειλῆς καὶ ὕβρεως καθάπερ ἐκεῖναι, ἀλλὰ μετὰ κολακείας καὶ προσηνείας πολλῆς πρὸς τὰ παιδία ταῦτα διαλεξόμεθα· ἐπεὶ ὅτι γε τοῖς ἁγίοις οὐδεμία ἀπὸ τούτων ἡ βλάβη, ἀλλὰ καὶ μείζων ὁ μισθὸς καὶ πλείων ἡ παῤῥησία. Ἂν μὲν τὰ μέλλοντα εἴπωμεν ἀγαθὰ, τάχα καὶ γελάσεσθε μέγα, ἅτε τοιοῦτον ἀεὶ γέλωτα μελετῶντες γελᾷν· τοῖς δὲ παροῦσι, κἂν μυριάκις ἦτε φιλογέλωτες, οὐκ ἀπιστήσετε· οὐδὲ γὰρ, ἂν ἐθέλητε, δυνήσεσθε, τῶν πραγμάτων ὑμῖν οὕτως ἀντιφθεγγομένων αὐτῶν. Τὸν Νέρωνα πάντως ἀκούετε καὶ γὰρ ἐπίσημος ὁ ἀνὴρ ἀπὸ τῆς ἀσελγείας ἐγένετο, πρῶτος καὶ μόνος εὑρὼν ἐν ἀρχῇ τοιαύτῃ καινούς τινας ἀκολασίας καὶ ἀσχημοσύνης τρόπους· οὗτος ὁ Νέρων τὸν μακάριον Παῦλον καὶ γὰρ ἔτυχε κατὰ τοὺς αὐτοὺς ἐκείνῳ γενόμενος χρόνους τοιαῦτα ἐγκαλῶν, οἷάπερ ὑμεῖς τοῖς ἁγίοις τούτοις ἀνδράσι παλλακίδα γὰρ αὐτοῦ σφόδρα ἐπέραστον πείσας τὸν περὶ τῆς πίστεως δέξασθαι λόγον, ἔπειθεν ὁμοῦ καὶ τῆς ἀκαθάρτου συνουσίας ἀπαλλαγῆναι ἐκείνης· τοιαῦτα γοῦν ἐγκαλῶν ἐκεῖνος, καὶ λυμεῶνα καὶ πλάνον καὶ τὰ αὐτὰ, ἅπερ ὑμεῖς φθέγγεσθε, τὸν Παῦλον ἀποκαλῶν, τὸ μὲν πρῶτον ἔδησεν, ὡς δὲ οὐκ ἔπειθε τῆς πρὸς τὴν κόρην ἀποσχέσθαι συμβουλῆς, τέλος ἀπέκτεινε. Τί οὖν ἀπὸ τούτου γέγονε βλάβος τῷ παθόντι κακῶς; τί δὲ ὄφελος τῷ δράσαντι κακῶς; τί μὲν οὐκ ὄφελος τῷ τότε ἀναιρε47.324 θέντι Παύλῳ; τί δὲ οὐ βλάβος τῷ ἀνελόντι Νέρωνι; οὐχ ὁ μὲν ὥσπερ ἄγγελος πανταχοῦ τῆς οἰκουμένης ᾄδεται τὰ γὰρ παρόντα τέως ἐρῶ· ὁ δὲ, ὥσπερ ὄντως λυμεὼν καὶ δαίμων ἄγριος πρὸς πάντας διαβέβληται; δʹ. Τὰ δὲ ἐκεῖ, κἂν ὑμεῖς ἀπιστήσητε, διὰ τοὺς πιστεύοντας ἀναγκαῖον εἰπεῖν· καίτοι ὑμᾶς ἀπὸ τῶν παρόντων κἀκείνοις πιστεύειν ἐχρῆν· πλὴν ἀλλ' ὅπως ἂν πρὸς αὐτὰ διάκεισθε, εἰρήσεται παρ' ἡμῶν, καὶ οὐ κεκρύψεται. Τίνα οὖν ἔσται τὰ ἐκεῖ; Ὁ μὲν ἄθλιος καὶ ταλαίπωρος ἐκεῖνος, αὐχμῶν καὶ κατηφὴς, αἰσχύνης γέμων καὶ ζόφου, καὶ κάτω νεύων, ἀπαχθήσεται ἔνθα ὁ σκώληξ ὁ ἀτελεύτητος καὶ τὸ πῦρ τὸ ἄσβεστον· ὁ δὲ μακάριος Παῦλος μετὰ πολλῆς στήσεται τῆς παῤῥησίας παρ' αὐτὸν τοῦ βασιλέως τὸν θρόνον λαμπρῶς ἀποστίλβων, καὶ δόξαν ἠμφιεσμένος τοσαύτην, ὡς μηδὲν τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων ἀποδεῖν, καὶ τοσοῦτον λήψεται τὸν μισθὸν, ὅσον εἰκὸς ἄνθρωπον σῶμα καὶ τὴν ψυχὴν τῶν τῷ Θεῷ δοκούντων ἕνεκεν ἐπιδόντα. Καὶ γὰρ οὕτως ἔχει· Κεῖται μὲν πολλὴ τοῖς τὰ ἀγαθὰ ἐργαζομένοις ἀντίδοσις, μείζων δὲ αὕτη καὶ πλείων γίνεται, ὅταν καὶ διὰ κινδύνων ἴωσι καὶ ἀτιμίας πολλῆς οἱ ταῦτα ἐργαζόμενοι τὰ ἀγαθά· κἂν τὸ κατόρθωμα ἴσον ᾖ τῷ τε ἀπονητὶ, καὶ τῷ μετὰ πόνων αὐτὸ κατωρθωκότι, τὰ τῆς τιμῆς οὐκ ἔσται ἴσα καὶ τὰ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς πολέμοις στεφανοῦται μὲν ὁ τρόπαιον στήσας, πολλῷ δὲ ἔτι μειζόνως ὁ καὶ τὰ τραύματα ἐπιδεῖξαι ἔχων, δι' ὧν τὸ τρόπαιον ἔστησε. Καὶ τί λέγω περὶ τῶν ζώντων, ὅπου γε καὶ οἱ τοῦτο μόνον ἐπιδειξάμενοι τὸ καλῶς ἀποθανεῖν ἐν πολέμῳ, μηδὲν δὲ πλεῖον τοὺς αὐτῶν ὠφελήσαντες, καθάπερ σωτῆρες καὶ προστάται πανταχοῦ τῆς Ἑλλάδος ᾄδονται; εἰ καὶ ταῦτα ὑμεῖς ἀγνοεῖτε, τῷ γέλωτι καὶ τῇ τρυφῇ διαπαντὸς