1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

42

δεδοικέναι ἐχρῆν; Παρὰ μὲν γὰρ τοῖς μοναχοῖς ἐκ πολλῶν ὀλίγοι διήμαρτον· ἐν δὲ ταῖς τῶν λόγων διατριβαῖς ἀπὸ πολλῶν ὀλίγοι κατώρθωσαν. Καὶ οὐκ ἀπὸ τούτων μόνον, ἀλλὰ καὶ ἀφ' ἑτέρων πλειόνων εἰκότως ἄν τις ἐκεῖνα μᾶλλον φοβοῖτο. Καὶ γὰρ παιδὸς ἀφυΐα, καὶ διδασκάλων ἀμαθία, καὶ παιδαγωγῶν ῥᾳθυμία, καὶ πατρὸς ἀσχολία, καὶ δαπανῶν καὶ μισθῶν ἔλλειψις, καὶ τρόπων διαφορὰ, καὶ συμφοιτητῶν κακία καὶ φθόνος καὶ βασκανία, καὶ πολλὰ ἕτερα τῷ τέλει λυμαίνεται. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ μετὰ τὸ τέλος τούτων ἕτερα πλείονα· ὅταν γὰρ ἅπαντα ὑπερβὰς πρὸς αὐτὸ τῆς παιδείας τὸ ἄκρον ἀφίκηται, μηδενὶ τούτων ὑποσκελισθεὶς, ἑτέρα πάλιν κεῖται ἐνέδρα ἐκεῖ. Καὶ γὰρ ἄρχοντος δυσμένεια, καὶ φθόνος τῶν ὁμοτέχνων, καὶ καιρῶν δυσκολία, καὶ φίλων ἐρημία, καὶ πενία πολλάκις τοῦ τέλους ἐξέκρουσεν. Ἀλλ' οὐκ ἐπὶ τῶν μοναχῶν οὕτως, ἀλλ' ἑνὸς δεῖ μόνου, προθυμίας γενναίας καὶ ἀγαθῆς· κἂν τοῦτο προσῇ, οὐδὲν τὸ κωλύον πρὸς τὸ τέλος ἐλθεῖν τῆς ἀρετῆς. Πῶς οὖν οὐκ ἄδικον, ἔνθα μὲν τὰ τῶν χρηστῶν ἐλπίδων δῆλά τέ ἐστι καὶ ἐγγύτερα ἀπογινώσκειν καὶ τρέμειν, ἔνθα δὲ τὰ τῶν ἐναντίων μακρότερα, καὶ ὑπὸ πολλῶν κωλυμάτων ἀνακοπτόμενα, μὴ ἀπογινώσκειν, εἰς δὲ τὰ τῶν δυσχερῶν σαφέστερα καὶ μᾶλλον πλείονα θαρσεῖν· καὶ ἐπὶ μὲν τῶν λόγων, μὴ πρὸς τὰ πολλάκις συμβαίνοντα λυπηρὰ, ἀλλὰ πρὸς τὰ σπανίως ἐκβαίνοντα χρηστὰ ἀφορᾷν, ἐπὶ δὲ τῶν μοναχῶν τοὐναντίον ποιεῖν, καὶ ἔνθα μὲν αἱ τῶν ἀγαθῶν ἐλπίδες πολλαὶ, πρὸς τὰ λυπηρὰ ἀποκλίνειν μόνον, ἔνθα δὲ αἱ τῶν ἐναντίων, τὰς χρηστὰς 47.372 ἀναλογίζεσθαι μόνας; Καίτοι γε ἐκεῖ μὲν ὅταν ἅπαντα συνέλθῃ τὰ ὀφείλοντα συνδραμεῖν, πρὸς αὐτῷ τῷ τέλει πολλάκις θάνατος ἄωρος προσπεσὼν ἀπήνεγκεν ἀστεφάνωτον τὸν ἀθλητὴν μετὰ τοὺς μυρίους ἱδρῶτας· ἐνταῦθα δὲ κἂν ἐν μέσοις τοῖς ἀγῶσι τοῦτο γένηται, τότε δὴ μάλιστα λαμπρὸς καὶ ἐστεφανωμένος ἄπεισιν οὗτος. Ὥστε εἰ τὸ μέλλον δέδοικας, ἐπὶ τῶν λόγων δεδοικέναι μᾶλλον ἔδει, ἔνθα πολλὰ τὰ κωλύματα πρὸς τὸ πέρας ἐλθεῖν. Σὺ δὲ ἐκεῖ μὲν κάθῃ χρόνον ἀναμένων μακρὸν, καὶ πρὸς οὐδὲν τῶν ἐν μέσῳ, δαπάνην λέγω καὶ ταλαιπωρίαν καὶ τὸ ἄδηλον, ἀλλὰ πρὸς τὸ τέλος μόνον ὁρῶν· ἐνταῦθα δὲ οὔπω τῶν προθύρων τοῦ παιδὸς ἐπιβάντος, οὐδὲ ἁψαμένου τῆς καλῆς ταύτης φιλοσοφίας, δέδοικας καὶ τρέμεις εὐθέως, καὶ εἰς ἀπόγνωσιν ἐμβάλλεις τὸν λογισμόν; Καὶ μὴν αὐτὸς ἔμπροσθεν ἔλεγες· Τί γάρ; πόλιν οἰκοῦντα καὶ οἰκίαν ἔχοντα σωθῆναι οὐκ ἔνι; Οὐκοῦν εἰ μετὰ τῆς πόλεως, καὶ τῆς οἰκίας, καὶ τῆς γυναικὸς σωθῆναι δυνατὸν, πολλῷ μᾶλλον χωρὶς γυναικὸς καὶ τῶν ἄλλων τούτων. Οὐ γάρ ἐστι τοῦ αὐτοῦ νῦν μὲν θαῤῥεῖν, καὶ εἰ ἐν τοῖς βιωτικοῖς ᾖ πράγμασιν ἐνδεδεμένος, ὡς δυνατῆς καὶ οὕτω τῆς σωτηρίας οὔσης· νῦν δὲ, κἂν πάντων ἀπηλλαγμένος ᾖ, τρέμειν καὶ δεδοικέναι, ὡς οὐδὲ τούτων χωρὶς εὐδοκιμῆσαι ἐνόν. Εἰ γὰρ πόλιν οἰκῶν ἠδύνατο σώζεσθαι, ὡς ἔφης, πολλῷ μᾶλλον τὴν ἐρημίαν καταλαβών. Πῶς οὖν τὸ ἀδύνατον ἐνταῦθα δέδοικας, ἐκεῖ μὴ φοβηθεὶς ἔνθα μᾶλλον ἐχρῆν;

ιεʹ. Οὐ γάρ ἐστι, φησὶν, ἴσον βιωτικὸν ὄντα διαμαρτεῖν, καὶ καθάπαξ ἀναθέντα ἑαυτὸν τῷ Θεῷ· οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ ὕψους ἀμφότεροι καταπίπτουσιν, ὅθεν οὐδὲ τὰ τραύματα αὐτοῖς ἴσα. Σφόδρα ἀπατᾷς σαυτὸν καὶ σφάλλεις, εἰ ἄλλα μὲν οἴει τὸν βιωτικὸν, ἕτερα δὲ ἀπαιτεῖσθαι τὸν μοναχόν· ἡ γὰρ διαφορὰ τούτοις ἐν τῷ γαμῆσαι καὶ μὴ, τῶν δὲ ἄλλων ἕνεκεν ἁπάντων κοινὰς ὑπέχουσι τὰς εὐθύνας. Καὶ γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, κἄν τε βιωτικὸς, κἄν τε μοναχὸς ᾖ, τῷ Θεῷ προσέκρουσεν ὁμοίως· καὶ ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἄν τε τοῦτο ἄν τε ἐκεῖνο τυγχάνῃ, ὁμοίως ὑπὲρ τῆς μοιχείας τιμωρηθήσεται ταύτης. Εἰ δὲ χρὴ καὶ ἀπὸ λογισμοῦ προσθεῖναι, ὁ βιωτικὸς ἀσυγγνωστότερος τοῦτο παθών· οὐ γάρ ἐστιν ἴσον γυναῖκα ἔχοντα, καὶ τοσαύτης ἀπολαύοντα παραμυθίας, κάλλει προσπταῖσαι γυναικὸς, καὶ ἁπάσης ταύτης ἀπεστερημένον τῆς βοηθείας ἁλῶναι τῷ δεινῷ. Πάλιν ὁ ὀμνὺς, ἄν τε τοῦτο ἄν τε ἐκεῖνο ᾖ, ὁμοίως καταδικάζεται. Οὐδὲ γὰρ ὁ