1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

37

τοὺς ἐπιεικῶς ζῶντας καὶ μετρίως, ἢ δι' ἐκείνους, οὓς σὺ μὲν συνέχειν ἔφης τὴν πολιτείαν, ἐγὼ δὲ κοινὴν οὖσαν ἀπέδειξα τῆς οἰκουμένης λύμην; ∆ι' ἐκείνους δηλονότι. Οὐδεὶς γὰρ ἀγανακτεῖ, ἐπειδὴ ὁ δεῖνα φιλοσοφεῖ, ἢ ὅτι ἐστὶν ὁ δεῖνα ἐπιεικὴς καὶ μέτριος καὶ σώφρων. καὶ τῶν παρόντων ὑπερορᾷ πραγμάτων· ἀλλ' ὅτι ὁ δεῖνα πλουτεῖ, ὅτι τρυφᾷ, ὅτι πλεονεκτεῖ καὶ ἁρπάζει, ὅτι πονηρὸς ὢν καὶ μυρίων γέμων κακῶν, λαμπρός τέ ἐστι καὶ εὐημερεῖ. Ταῦτα κατηγοροῦσι καὶ μέμφονται οἱ ἀπιστοῦντες Θεῷ· τούτοις προσπταίουσιν οἱ πολλοὶ, ὡς τῶν γε ἐπιεικῶς ἕνεκεν ζώντων, οὐ μόνον οὐδὲν φθέγξονται τῶν ῥημάτων τούτων, ἀλλὰ καὶ καταγνοῖεν ἑαυτῶν, ἐφ' οἷς ἂν προαχθῶσι τῆς τοῦ Θεοῦ κατηγορῆσαι προνοίας. Καὶ εἰ πάντες, ἢ καὶ οἱ πλείους ἐβούλοντο οὕτω ζῇν, οὐδ' ἄν τις ἐνενόησε ταῦτα τὰ ῥήματα, οὐδ' ἂν ὁ τῶν κακῶν τούτων ἐπεισῆλθε κολοφὼν τὸ ζητεῖν, πόθεν τὰ κακά. Κακῶν γὰρ οὐκ ὄντων οὐδὲ φαινομένων, τίς ἂν προήχθη τὴν αἰτίαν ζητῆσαι τῶν κακῶν, καὶ μυρίας ἀπὸ τῆς ζητήσεως ταύτης αἱρέσεις ἀνατέλλειν; Καὶ γὰρ Μαρκίων, καὶ Μάνης, καὶ Οὐαλεντῖνος, καὶ τῶν Ἑλλήνων οἱ πλείους ἐντεῦθεν ἔλαβον τὴν ἀρχήν. Εἰ δὲ πάντες ἐφιλοσόφουν, οὐκ ἐνῆν ταῦτα ζητεῖν, ἀλλ' εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῆς ἀρίστης ταύτης πολιτείας ἔμαθον ἂν ἅπαντες, ὅτι ὑπὸ Θεῷ ζῶμεν βασιλεῖ, καὶ τὰ ἡμέτερα οὗτος διοικεῖ καὶ κυβερνᾷ πράγματα κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν· ὃ κινεῖται μὲν καὶ νῦν, φαίνεται δὲ οὐ ῥᾳδίως διὰ τὴν πολλὴν ἀχλὺν, ἣν κατεσκέδασαν οὗτοι τῆς οἰκουμένης ἀπάσης· εἰ δὲ μὴ τοῦτο ἦν, καθάπερ ἐν σταθερᾷ μεσημβρίᾳ καὶ λευκῇ γαλήνῃ πᾶσιν ἂν ἡ τοῦ Θεοῦ πρόνοια διεφάνη. Εἰ γὰρ μήτε δικαστήρια ἦν, μήτε κατήγοροι, μήτε συκοφάνται, μὴ βάσανοι καὶ τιμωρίαι, μὴ δεσμωτήρια καὶ κολάσεις, μὴ δημεύσεις καὶ ζημίαι, μὴ φόβοι καὶ κίνδυνοι, μὴ ἔχθραι, μὴ ἐπιβουλαὶ, μὴ λοιδορίαι καὶ μῖσος, μὴ λιμοὶ καὶ λοιμοὶ, μηδ' ἄλλο τι τῶν ἀπηριθμημένων δεινῶν, ἀλλὰ πάντες μετ' ἐπιεικείας ἔζων τῆς προσηκούσης, τίς ἂν τῶν ζώντων ἁπάντων ἠμφισβήτησε περὶ τῆς τοῦ Θεοῦ προνοίας; Οὐκ ἔστιν οὐδείς. Νυνὶ δὲ ταυτὸ συμβαίνει, οἷον ἂν εἰ χειμῶνος καταλαβόντος ἐργάζοιτο μὲν ὁ κυβερνήτης τὸ αὑτοῦ, καὶ διασώζοι τὸ σκάφος, μὴ φαίνοιτο δὲ αὐτοῦ τῆς ἐπιστήμης ἡ ἀκρίβεια τοῖς ἐπιβάταις διὰ τὴν ταραχὴν καὶ τὸν φόβον καὶ τὴν ἀγωνίαν τῶν ἐπικρεμαμένων κακῶν. Ἐπεὶ καὶ ὁ Θεὸς κυβερνᾷ μὲν τὸ πᾶν τοῦτο καὶ νῦν, οὐ φαίνεται δὲ τοῖς πολλοῖς διὰ τὸν τῶν πραγμάτων χειμῶνα καὶ τὴν ταραχὴν, ἣν οὗτοι δὴ μάλιστα πάντων ἐργάζονται. Ὥστε οὐ μόνον πολιτείαν ἀνατρέπουσιν, ἀλλὰ καὶ εὐσέβειαν λυμαίνονται· καὶ οὐκ ἄν τις ἁμάρτοι κοινοὺς ἐχθροὺς τούτους προσειπὼν, οἳ κατὰ τῆς ἑτέρων ζῶσι σωτηρίας, δόγμασι μιαροῖς καὶ βίοις ἀκαθάρτοις τοὺς μεθ' ἑαυτῶν ἐμπλέοντας καταδύοντες. 47.366 ιαʹ. Ἀλλ' ἐν τοῖς μοναστηρίοις τούτων οὐδὲν ἔστιν ἰδεῖν, ἀλλὰ καίτοι χειμῶνος ἠρμένου τοσούτου, μόνοι κάθηνται ἐν λιμένι καὶ γαλήνῃ καὶ ἀσφαλείᾳ πολλῇ, καθάπερ ἐξ οὐρανοῦ τὰ τῶν ἄλλων ἐπισκοποῦντες ναυάγια· καὶ γὰρ πολιτείαν οὐρανῷ πρέπουσαν εἴλοντο, καὶ ἀγγέλων οὐδὲν χεῖρον διάκεινται. Ὥσπερ οὖν ἐν ἐκείνοις οὐκ ἔστιν ἀνωμαλία τις, οὐδὲ οἱ μὲν ἐν εὐημερίᾳ, οἱ δὲ ἐν ἐσχάτοις κακοῖς, ἀλλ' ἅπαντες ἐν εἰρήνῃ μιᾷ καὶ χαρᾷ καὶ δόξῃ, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς ὀνειδίζει πενίαν, οὐδεὶς ἐπὶ πλούτῳ σεμνύνεται· τὸ σὸν καὶ τὸ ἐμὸν, τοῦτο δὴ τὸ πάντα ἀνατρέπον καὶ θορυβοῦν ἐξώρισται· καὶ πάντα αὐτοῖς κοινὰ, καὶ τράπεζα καὶ οἴκησις καὶ ἱμάτια. Καὶ τί θαυμαστὸν, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ μία πᾶσι καὶ ἡ αὐτή; Πάντες τὴν αὐτὴν εὐγένειάν εἰσιν εὐγενεῖς, τὴν αὐτὴν δουλείαν δοῦλοι, τὴν αὐτὴν ἐλευθερίαν ἐλεύθεροι· εἷς ἐκεῖ πλοῦτος πᾶσιν ὁ ὅντως πλοῦτος, μία δόξα ἡ ὄντως δόξα· οὐ γὰρ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασιν αὐτοῖς τὰ ἀγαθά· μία ἡδονὴ, μία ἐπιθυμία, μία ἐλπὶς πᾶσι, καὶ καθάπερ ἀπὸ κανόνος τινὸς καὶ στάθμης ἅπαντα διηκρίβωται, καὶ ἀνωμαλία μὲν οὐδεμία, τάξις δὲ καὶ ῥυθμὸς καὶ ἁρμονία καὶ πολλὴ τῆς συμφωνίας ἡ ἀκρίβεια, καὶ διηνεκὴς εὐθυμίας ὑπόθεσις. ∆ιὸ πάντες πάντα ποιοῦσι καὶ πάσχουσιν, ἵνα εὐθυμῶσί τε καὶ χαίρωσιν. Ἐκεῖ γὰρ μόνον