1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

26

ποῦ κείσεται ὁ τὸ μεῖζον καὶ ἀναγκαιότερον παρορῶν; γʹ. Φέρε οὖν συλλογισώμεθα λοιπὸν τῆς ἁμαρτίας ἡμῶν τὸ μέγεθος, καὶ κατὰ μικρὸν ἀναβαίνοντες, δείξωμεν ὅτι πάντων ἐπέκεινα τῶν ἁμαρτημάτων ἐστὶν ἡ περὶ τοὺς παῖδας ὀλιγωρία, καὶ πρὸς αὐτὴν ἥκει τῆς πονηρίας τὴν κορυφήν. Ἔστι τοίνυν πρῶτος κακίας καὶ πονηρίας βαθμὸς καὶ ὠμότητος τὸ τοὺς φίλους περιορᾷν· μᾶλλον δὲ κατωτέρω τὸν λόγον ἀγάγωμεν· τοῦτο γὰρ οὐκ οἶδ' ὅπως μικροῦ δεῖν με παρέλαθεν, ὅτι ὁ πρότερος νόμος, ὁ τοῖς Ἰουδαίοις δοθεὶς, οὐδὲ τὰ ὑποζύγια τῶν ἐχθρῶν ἀφίησι παρορᾷν, οὔτε πεπτωκότα, οὔτε πλανώμενα, ἀλλὰ τὰ μὲν ὁδηγῆσαι, τὰ δὲ συνδιαναστῆσαι κελεύει. Ἔστιν οὖν πρῶτος μὲν κάτωθεν ἀναβαίνων κακίας καὶ ὠμότητος βαθμὸς, τὸ τὰ τῶν ἐχθρῶν κτήνη καὶ θρέμματα κακῶς πάσχοντα παρατρέχειν· δεύτερος δὲ μετ' ἐκεῖνον ἀνώτερος, τὸ τῶν ἐχθρῶν ἀμελεῖν· ὅσῳ γὰρ ἄνθρωπος ἀλόγου τιμιώτερος, τοσούτῳ μείζων ἐκείνης αὕτη ἡ ἁμαρτία· τρίτος δὲ μετὰ τοῦτον, τὸ τῶν ἀδελφῶν καταφρονεῖν, κἂν ἀγνῶτες ὄντες τυγχάνωσι· τέταρτος, τὸ τοὺς οἰκείους περιορᾷν· πέμπτος, ὅταν μὴ σώματος αὐτοῖς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς ἀπολλυμένης καταφρονῶμεν· ἕκτος, ὅταν μὴ τῶν οἰκείων, ἀλλὰ καὶ τῶν παίδων ἡμῖν διαφθειρομένων ὀλιγωρῶμεν· ἕβδομος, ὅταν μηδὲ ἑτέρους τοὺς ἐπιμελομένους ζητῶμεν· ὄγδοος, ὅταν καὶ ἀφ' ἑαυτῶν τοῦτο βουλομένους ποιεῖν κωλύωμεν καὶ ἀπείργωμεν· ἔννατος, ὅταν μὴ κωλύωμεν μόνον, ἀλλὰ καὶ πολεμῶμεν. Ὥστε εἰ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ 47.352 τρίτῳ τῆς κακίας ταύτης βαθμῷ τοσαύτη κόλασις ἕπεται, τῷ πάντας ἀναβεβηκότι τούτους, τούτῳ δὴ τῷ ὑμετέρῳ, πόσον ἔψεται πῦρ ἐννάτῳ μετ' ἐκεῖνον τυγχάνοντι; μᾶλλον δὲ οὐκ ἔννατον μόνον, οὐδὲ δέκατον, ἀλλὰ καὶ ἑνδέκατον οὐκ ἄν τις ἁμάρτοι τοῦτον προσειπών. Τί δήποτε; Ὅτι οὐ τῇ φύσει πολλῷ μεῖζον τὸ ἁμάρτημα τῶν προηριθμημένων ἐστὶ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ χρόνου χαλεπώτερον. Τί δὲ τοῦτό ἐστι τὸ ἀπὸ τοῦ χρόνου; Ὅτι τὰ αὐτὰ ἁμαρτάνουσιν ἡμῖν νῦν τοῖς ἐν τῷ νόμῳ οὐ τὰ αὐτὰ κείσεται βασανιστήρια, ἀλλὰ πολλῷ χαλεπώτερα, ὅσῳ καὶ μείζονος ἀπηλαύσαμεν δωρεᾶς, καὶ τελειοτέρας διδασκαλίας μετέσχομεν, καὶ πλείονι τετιμήμεθα τιμῇ. Ὅταν οὖν καὶ τῇ φύσει, καὶ τῷ χρόνῳ σφοδρὸν οὕτω τὸ ἁμάρτημα γίνηται τοῦτο, ἐννόησον ὅσην οἴσει τὴν φλόγα ἐπὶ τὴν τῶν τολμώντων αὐτὸ κεφαλήν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα συλλογίζομαι, καὶ ἀπ' αὐτοῦ τοῦ πράγματος ἐπιδείξω τοῦτο συμβὰν, ἵν' εἰδῆτε ὅτι, κἂν τὰ ἡμέτερα ἡμῖν ἅπαντα ᾖ διῳκημένα, τῆς γοῦν τῶν παίδων ἀμελοῦντες σωτηρίας, τὴν ἐσχάτην τίσομεν δίκην. Ἐρῶ δὲ ὑμῖν τινα λόγον οὐκ ἐμὸν, ἀλλ' ἐν ταῖς θείαις κείμενον Γραφαῖς· Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικὴς, Ἠλεὶ τούτῳ ὄνομα ἦν. Οὗτος ὁ Ἠλεὶ γίνεται δύο παίδων πατήρ· καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας οὐ κατεῖχεν οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυε, οὐ μετὰ πάσης δὲ τοῦτο ἐποίει σπουδῆς. Τὰ ἐγκλήματα δὲ τῶν παίδων τούτων ἦν πορνεία τε καὶ γαστριμαργία. Ἤσθιον γὰρ, φησὶ, πρὸ τοῦ καθαγιασθῆναι τὰ κρέα τὰ ἱερὰ καὶ τὴν θυσίαν ἀνενεχθῆναι τῷ Θεῷ. Ταῦτα δὲ ἀκούων ὁ πατὴρ, τιμωρίαν μὲν οὐκ ἐπέθηκε, λόγῳ δὲ καὶ παραινέσει ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτοὺς, καὶ τοιαῦτα συνεχῶς πρὸς αὐτοὺς ἔλεγε ῥήματα· Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν τοῦ ποιεῖν τὸν λαὸν μὴ λατρεύειν τῷ Κυρίῳ. Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ ἄνθρωπος, τίς προσεύξεται περὶ αὐτοῦ; Καίτοι πολλὴ ἡ τῶν ῥημάτων βαρύτης, καὶ ἡ ἐντροπὴ, καὶ τὸν νοῦν ἕχοντα ἱκανὴ ἀνακτήσασθαι· τό τε γὰρ ἁμάρτημα ἐπῆρε, καὶ φοβερὸν ἔδειξε, τήν τε ἐπικειμένην δίκην ἀφόρητον ἀπέφηνε καὶ φρικτήν· ἀλλ' ὅμως ἐπειδὴ μὴ πᾶν ὅσον ἐχρῆν ἐπεδείξατο, καὶ αὐτὸς μετ' ἐκείνων ἀπώλετο. Καὶ γὰρ ἀπειλὰς προσθεῖναι ἐχρῆν, καὶ ἐξ ὄψεως ποιῆσαι τῆς ἑαυτοῦ, καὶ μάστιγας ἐπιθεῖναι, καὶ βαρύτερον πολλῷ γενέσθαι καὶ χαλεπώτερον. Ἐπειδὴ οὖν τούτων οὐδὲν ἐποίησεν,