1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

1

Adversus oppugnatores vitae monasticae

ΠΡΟΣ ΤΟΥΣ ΠΟΛΕΜΟΥΝΤΑΣ ΤΟΙΣ ΕΠΙ ΤΟ ΜΟΝΑΖΕΙΝ ΕΝΑΓΟΥΣΙΝ

47.319 αʹ. Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς

μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβαροί τινες καὶ ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδεσθέντες, ᾧ τὸν νεὼν ἤγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφορὰν, ἀφ' ἧς ὀψέ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι' ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς· ὡς δὲ οὐδὲν ἤνυον, γράμματα πέμψαντες ὡς βασιλέα τὸν αὐτῶν, ἐν οἷς ἀποστάτην καὶ νεωτεροποιὸν καὶ φιλοπόλεμον τὴν πόλιν ἐκάλουν ἐκείνην, ἔπεισαν ἐπιτρέψαι κωλῦσαι σφίσι τὴν οἰκοδομήν. Καὶ λαβόντες ταύτην παρ' ἐκείνου τὴν ἐξουσίαν, καὶ μετὰ πολλῶν αὐτοῖς ἐπιθέμενοι τῶν ἱππέων, διέκοψάν τε τὸ ἔργον τέως, καὶ ἐφρόνουν ἐπὶ τῇ νίκῃ μέγα, ἐφ' ἧς κατακόπτεσθαι ἔδει, καὶ πέρας αὐτοῖς ἔχειν ᾤοντο τὴν ἐπιβουλήν. Τόδε ἦν ἄρα προοίμιον καὶ ἀρχὴ τῶν αὐτίκα δὴ μάλα αὐτοὺς καταληψομένων κακῶν. Τό τε γὰρ ἔργον ἠνύετο, καὶ λαμπρὸν ἀπελάμβανε τέλος· ἐκεῖνοί τε ἐμάνθανον, καὶ δι' ἐκείνων ἅπαντες, ὅτι οὐκ ἄρα ἀνθρώποις ἐπολέμουν, οὔτε Μιθριδάτης τότε, οὐδὲ ἄλλος οὐδεὶς, ὃς ἂν ἀνθρώποις ἕληται πολεμεῖν ἀγαθόν τι προαιρουμένοις ποιεῖν, ἀλλ' αὐτῷ πρὸ ἐκείνων τῷ δι' ἐκείνων τιμωμένῳ Θεῷ. Τὸν δὲ Θεῷ πολεμοῦντα οὐκ ἔνι ποτὲ εἰς χρηστὸν καταστρέψαι τέλος· ἀλλ' ὁ τοιοῦτος ἐν ἀρχῇ μὲν τῆς τόλμης οὐδὲν ἴσως πείσεται δεινὸν, ἂν δ' ἄρα μὴ πάθοι, τοῦ Θεοῦ καλοῦντος αὐτὸν εἰς μετάνοιαν, καὶ διδόντος ὥσπερ ἔκ τινος μέθης ἀνενεγκεῖν· ἂν δὲ ἐπιμένῃ τῇ παροινίᾳ, μηδὲν ἀπὸ τῆς τοσαύτης ἀνεξικακίας κερδαίνων, ἑτέρους γοῦν ὀνήσει τὰ μέγιστα, διὰ τῆς εἰς αὐτὸν τιμωρίας παιδεύων μηδέποτε τῆς πρὸς τὸν Θεὸν ἅπτεσθαι μάχης, ὡς οὐκ ἐνὸν τὴν ἀήττητον ἐκείνην χεῖρα διαφυγεῖν. Τοιαῦται γοῦν εὐθέως αὐτοὺς κατελάμβανον συμφοραὶ, ὡς ἀποκρύψαι τῷ μεγέθει τῆς τραγῳδίας πάσας τὰς ἄλλας συμφοράς. Μετὰ γὰρ τοὺς φόνους καὶ τὰς μυρίας 47.320 σφαγὰς ἃς αἱ τῶν τότε κωλυομένων Ἰουδαίων εἰς αὐτοὺς εἰργάσαντο χεῖρες, ἐβρέχετο μὲν τῷ τῶν ἀνῃρημένων αἵματι διὰ πολλοῦ τοῦ βάθους ἡ γῆ, καὶ πολὺς ἀπὸ τούτου τοῦ αἵματος ἐγίνετο πηλός· τῶν δὲ σωμάτων τῶν τε ἱππείων τῶν τε ἀνθρωπίνων ὁμοῦ πεφυρμένων, ἐκ τούτων καὶ τῶν ἐν τούτοις προστριβομένων ὠτειλῶν τοσοῦτον σκωλήκων ἐτίκτετο πλῆθος, ὡς τὴν μὲν γῆν τῷ πλήθει κρύπτεσθαι τῶν νεκρῶν, τούτους δὲ αὐτοὺς πάλιν τῷ τῶν σκωλήκων. Εἶπεν ἄν τις, ἐκεῖνο τὸ πεδίον ἰδὼν, οὐ σώματα κάτωθεν ὑποκεῖσθαι νεκρῶν, ἀλλὰ πηγὰς εἶναι πολλὰς, καὶ πολλαχόθεν ἐκεῖνο φερούσας τῶν ζώων τὸ γένος· οὕτω πάσης ἐπιῤῥοπῆς σφοδρότερον ἀπὸ τῆς σηπεδόνος ἐκείνης ἀνέβλυζεν ἡ τῶν σκωλήκων φορά. Τοῦτο δὲ οὐκ ἐπὶ δέκα καὶ εἴκοσιν ἡμέραις ἐγίνετο μόνον, ἀλλ' ἐπὶ πολλῷ τῷ χρόνῳ. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ διαδεξόμενα αὐτοὺς, πολλῷ τούτων ἐστὶ χαλεπώτερα. Οὐ γὰρ εἰς χίλια ἔτη, οὐδὲ εἰς μύρια μόνον, οὐδὲ εἰς δὶς τοσαῦτα, καὶ τρὶς, ἀλλ' εἰς ἀπείρους αἰῶνας ψυχωθέντα τὰ σώματα, τότε δέχεται τὰς βασάνους καὶ τὰς ἀῤῥήτους ἀλγηδόνας ἐκείνας. Καὶ ταῦτα ἀμφότερα οἶδε μὲν ὁ μακάριος Ἡσαΐας, οἶδε δὲ ὁ τῶν παραδόξων ὄψεων θεωρὸς Ἰεζεκιὴλ, οἳ καὶ τῶν ἀνθρώπων τούτων διανειμάμενοι τὴν κόλασιν, ὁ μὲν τὴν ἐνταῦθα, ὁ δὲ τὴν ἐκεῖ διηγήσατο. βʹ. Ἐγὼ δὲ αὐτῶν οὐχ ἁπλῶς ἐμνημόνευσα νῦν, ἀλλ' ἐπειδή τις ἐλθὼν ἡμῖν ἀπήγγειλεν ἀγγελίαν πικράν τινα καὶ χαλεπὴν, καὶ πολλὴν εἰς τὸν Θεὸν τὴν ὕβριν ἔχουσαν. Εἶναι γάρ τινας ἀνθρώπους καὶ νῦν τὰ αὐτὰ τοῖς βαρβάροις