1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

1

Commentarii in Ecclestiasten

ΟΛΥΜΠΙΟ∆ΩΡΟΥ ΥΠΟΜΝΗΜΑΤΑ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ. Ὑπόθεσις τοῦ πρώτου κεφαλαίου. Τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ δεξάμενος ὑπὸ Θεοῦ Σολομὼν, ὁ τοῦ ∆αβὶδ υἱὸς, οὐ μόνον κατὰ σάρκα, ἀλλὰ κατ' ἀρετὴν, τριχῆ τὰ ὄντα διεῖλεν· εἰς ἠθικὰ, καὶ φυσικὰ, καὶ νοητά. Καὶ τὰ μὲν ἠθικὰ διὰ τῶν Παροιμιῶν παρέδωκε· τὰ δὲ φυσικὰ διὰ τῶν τοῦ Ἐκκλησιαστοῦ· τὰ δὲ νοητὰ, διὰ τοῦ Ἄσματος τῶν ᾀσμάτων. Ἔστι δὲ εὑρεῖν κατεσπαρμένην διδασκαλίαν ἐν τῷ Ἐκκλησιαστῇ περὶ ἠθικῶν· καὶ ἐν ταῖς Παροιμίαις, περὶ φυσικῶν· πλὴν αἱ πραγματεῖαι ἰδικῶς ἀφωρισμέναι τυγχάνουσι. Τὸ δὲ Ἆσμα τῶν ᾀσμάτων ὅλον δι' ὅλου περὶ νοητῶν διαλέγεται, 93.480 καὶ πρὸς ἀλληγορίαν βλέπει. Πλὴν καὶ ἐν τῷ Ἐκκλησιαστῇ, καὶ ἐν ταῖς Παροιμίαις ὁμοίως ἔστιν εὑρεῖν περὶ νοητῶν πραγμάτων. Ἐκκλησιαστὴν δὲ ἑαυτὸν ἐκάλεσεν ὁ Σολομὼν, ὡς πάντας ἀνθρώπους ἐκκλησιάζων, καὶ δεσμεύων εἰς ὁμόνοιαν, καὶ ἐν κοινῷ παραδιδοὺς τὴν φυσικὴν θεωρίαν. Ἰστέον δὲ καὶ τοῦτο, ὡς ὁ σοφὸς Ἐκκλησιαστὴς ποτὲ μὲν ἐξ οἰκείου προσώπου τὸν λόγον φέρει, ποτὲ δὲ ἐκ προσώπου τοῦ περὶ τόνδε τὸν κόσμον ἐπτοημένου. Καὶ ταῦτα μὲν ὡς ἐν προθεωρίᾳ. Τὸ δὲ πρῶτον κεφάλαιον περιέχει τάδε· Γένος τοῦ Ἐκκλησιαστοῦ φησι, καὶ ἀξίωμα, καὶ πόλιν, ἐν ᾗ τὸ βασίλειον ἵδρυτο. Ἀποφαίνεται δὲ ματαιότητα πάντα τὰ ἐν τῷδε τῷ κόσμῳ· οὐ τὰ πάντα μεμφόμενος, ἀλλὰ τὴν πονηρὰν τῶν ἀνθρώπων προαίρεσιν, τῶν εἰς τόνδε τὸν κόσμον τὴν ἐλπίδα ἐχόντων. ∆ιδάσκει δὲ καὶ περὶ τῆς τοῦ ἡλίου πορείας, κατὰ μὲν τὸ πρόχειρον φυσιολογῶν· πρὸς δὲ διάνοιαν εἰς ἀλληγορίαν θεολογικὴν βλέπων. Τὸ δὲ αὐτό φησι καὶ περὶ χειμάῤῥων εἰς τὴν θάλασσαν εἰσβαλλόντων, καὶ μὴ πληρούντων αὐτήν. ∆ιδάσκει δὲ κἀντεῦθεν τῶν ποιημάτων οὐδὲν πρόσφατον εἶναι· ἀλλ' οὕτω μένειν ὡς πρώην ἐτάγησαν ὑπὸ τοῦ ∆ημιουργοῦ· καὶ ὅτι οὐ πληρωθήσεται ὀφθαλμὸς ἀπὸ ὁράσεως, καὶ ὅτι οὔτε τὰ πρῶτα τῶν γεγονότων, οὔτε τῶν ἐσομένων τὰ ἔσχατα πρὸς ἀκρίβειαν ἵσμεν οἱ ἄνθρωποι, καὶ ὅτι περισπασμὸν ἐπίπονον ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων· καὶ ὡς προαιρέσει πνεύματος, τουτέστι τοῦ αὐτεξουσίου, καὶ οὐκ ἀνάγκῃ τινὶ πράττουσιν ἃ πράττουσιν οἱ ἄνθρωποι· καὶ ὅτι τὸ διεστραμμένον, ὅτε ἐστὶν ἐν τῇ διαστροφῇ, ἐπικοσμηθῆναι οὐ δύναται. Ἀξιόπιστον δὲ τὸν ἑαυτοῦ παρασκευάζων γενέσθαι λόγον, ὡς μάταια τὰ ἐν κόσμῳ ἀποφαινόμενος, διδάσκει, ὅτι καὶ σοφὸς, καὶ βασιλεὺς καὶ πλούσιος γέγονε, ἵνα εὐπερίδεκτος ᾖ, ματαιότητα πάντα ἀποφαινόμενος. ∆ιδάσκει καὶ ἐν πλήθει σοφίας πλῆθος γνώσεως· διδάσκει καὶ περὶ τῆς ἐν κόσμῳ χαρᾶς. καὶ διαγυμνάζει, εἰ καὶ ἐνδεχόμενον, ἀνασώζεσθαι ὑπὸ τῆς ἐν ἡμῖν λογικῆς οὐσίας, τὴν σάρκα. ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. "Ῥήματα Ἐκκλησιαστοῦ, υἱοῦ ∆αβίδ." Πάντα τὰ ῥήματα τοῦ σοφοῦ Ἐκκλησιαστοῦ, διδάσκοντα ἡμᾶς καταφρονεῖν τῆς τοῦ βίου ματαιότητος, εἰς τὸ ῥῆμα τῆς εἰς Χριστὸν πίστεως προτρέπει τὸν ἀκροατήν. Ἐκκλησιαστοῦ. Ὡς τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦφυλαττομένων τῶν τῆς σοφίας ῥημάτων, ὁ Σολομὼν Ἐκκλησιαστὴν ἑαυτὸν ἐκάλεσε. Υἱοῦ ∆αβίδ. Γένος ἑαυτοῦ καὶ ἀξίωμά φησιν ὁ Ἐκκλησιαστὴς, ἵνα τῇ ἀξιοπιστίᾳ τοῦ προσώπου προσέχοντες προθυμότεροι περὶ τὴν διδασκαλίαν γενώμεθα. Πρὸς δὲ διάνοιαν, τοῦτο νοήσεις· ∆αβὶδ, ἑρμηνεύεται ἱκανὸς χειρί· ἱκανὸς δὲ χειρὶ ὁ ἐπὶ πάντων Θεός, Ὁ τούτου δὲ Υἱὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἐκ πάντων τῶν 93.481 ἐθνῶν καὶ τῶν δύο λαῶν μίαν Ἐκκλησίαν ἑαυτοῦ συστησάμενος, ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἱσραήλ· Ἰσραὴλ δὲ ἑρμηνεύεται, νοῦς ὁρῶν Θεὸν, ἐν τῇ ὁράσει τῆς εἰρήνης ἔχων τὸ βασίλειον, κατὰ τὸ, Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Ἱερουσαλὴμ γὰρ ὅρασις εἰρηνικὴ μεταλαμβάνεται. Αὐτὸς ἀποφαίνεται