1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

1

Asceticon magnum

ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΚΑΤΑ ΠΛΑΤΟΣ ΟΡΩΝ.

αʹ Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου. βʹ Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν ἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ῥοπὴ καὶ δύναμις. γʹ Περὶ τῆς τῶν πλησίον ἀγάπης. δʹ Περὶ φόβου Θεοῦ. εʹ Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου. ʹ Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν. ζʹ Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκολον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν. ηʹ Περὶ ἀποταγῆς. θʹ Περὶ τοῦ μὴ δεῖν τοῖς κατὰ σάρκα οἰκείοις προσ αφιέναι τὰ ἑαυτῷ διαφέροντα. ιʹ Περὶ τοῦ τίνας δεῖ τῶν προσιόντων τῇ κατὰ Θεὸν ζωῇ προσδέχεσθαι, καὶ πότε, ἢ πῶς. ιαʹ Περὶ δούλων. ιβʹ Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι. ιγʹ Ὅτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιω πῆς γυμνάσιον. ιδʹ Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμέ νων, εἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούν των. ιεʹ Περὶ παίδων προσλήψεως καὶ ἀγωγῆς, καὶ περὶ ὁμολογίας παρθένων. ιʹ Περὶ ἐγκρατείας. ιζʹ Ὅτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν. ιηʹ Ὅτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπο γεύεσθαι. ιθʹ Τί τὸ μέτρον τῆς ἐγκρατείας. κʹ Τίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως. καʹ Πῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις ἐν τῷ καιρῷ τῶν ἀρίστων ἢ δείπνων ἔχειν. κβʹ Τί τὸ πρέπον ἔνδυμα Χριστιανῷ. κγʹ Περὶ τῆς ζώνης. κδʹ Περὶ τοῦ τρόπου τῆς μετ' ἀλλήλων διαγωγῆς. κεʹ Ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγ χοντι τοὺς ἁμαρτάνοντας. 31.904 κʹ Περὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνατίθεσθαι τῷ προεστῶτι. κζʹ Ὅτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, εἴ ποτε σφαλῇ. κηʹ Πῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν ἀπειθῆ. κθʹ Περὶ τοῦ μετὰ ἐπάρσεως ἢ γογγυσμοῦ ἐργαζο μένου. λʹ Ποταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι τὸν προεστῶτα. λαʹ Ὅτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶτος ὑπηρεσίαν. λβʹ Πῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους δια κεῖσθαι. λγʹ Τίς ὁ τρόπος τῆς πρὸς ἀδελφὸν συντυχίας. λδʹ Ποταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν οἰκονομοῦντας ἐν τῇ ἀδελφότητι. λεʹ Εἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας συγκροτεῖσθαι. λʹ Περὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος. λζʹ Εἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλ μῳδίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς προσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον εἰ χρὴ ἐργά ζεσθαι. ληʹ Ποῖαι τέχναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμό ζουσιν. λθʹ Πῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν διάπρασιν, καὶ πῶς ἀποδημεῖν. μʹ Περὶ τῶν ἐν ταῖς συνόδοις πραγματειῶν. μαʹ Περὶ αὐθεντίας καὶ ὑπακοῆς. μβʹ Ποίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ τοὺς ἐργαζομένους. μγʹ Ὁποίους εἶναι χρὴ τοὺς προεστῶτας, καὶ πῶς ἄγειν τοὺς συνόντας. μδʹ Τίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας, καὶ πῶς ἐπανιόντας αὐτοὺς ἀνακρίνειν. μεʹ Ὅτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί τινα τὸν δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ ἐκείνου τῶν ἀδελφῶν ἐπιμελεῖσθαι. μʹ Περὶ τοῦ μὴ συγκρύπτειν ἁμάρτημα ἀδελφῷ, ἢ ἑαυτῷ. μζʹ Περὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προ εστῶτος τυπούμενα. μηʹ Ὅτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ προεστῶτος, τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ. μθʹ Περὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφό τητι. νʹ Πῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα. ναʹ Πῶς δεῖ διορθοῦσθαι τὸ πλημμέλημα τοῦ ἡμαρ τηκότος. νβʹ Μετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ ἐπι τίμια. 31.905 νγʹ Πῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς παῖδας πταίοντας. νδʹ Περὶ τοῦ τοὺς προεστῶτας τῆς ἀδελφότητος ἀλλή λοις τὰ καθ' ἑαυτοὺς ἀνατίθεσθαι. νεʹ Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν ἐστι τῆς εὐσεβείας.