1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

13

ἠμελημένως διατε θέντας· πρὸς τὴν διοίκησιν; Οὐχ ὑποδίκους εἶναι τοῦ κρίματος τῶν ἀμελούντων; κατὰ τὸ γε γραμμένον· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Πανταχοῦ δὲ φυλακτέον ἡμῖν, μὴ, προφάσει μιᾶς ἐντολῆς, ἑτέραν φανῶμεν καταλύοντες. Οὔτε γὰρ μάχεσθαι, οὔτε συνδιαπληκτίζεσθαι τοῖς ἀγνωμονοῦσιν εὐπρεπὲς ἡμῖν· ἐπείπερ δοῦλον Κυ ρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ τὸν ἀγνωμονούμενον παρὰ τῶν κατὰ σάρκα συγγενῶν μνημονεύειν χρὴ τοῦ Κυρίου εἰπόντος, ὅτι Οὐκ ἔστιν ὅστις ἀφ ῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, οὐχ 31.944 ἁπλῶς, ἀλλ' ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, ὃς οὐ μὴ λάβῃ ἑκατονταπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώ νιον. Τοῖς γε μὴν ἀγνωμονοῦσι διαμαρτύρασθαι χρὴ τὴν τῆς ἱεροσυλίας ἁμαρτίαν, κατὰ τὴν ἐντο λὴν τοῦ Κυρίου εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν, καὶ τὰ ἑξῆς. ∆ικά ζεσθαι δὲ περὶ αὐτῶν ἐπὶ δικαστηρίων ἐξωτι κῶν ἀπηγόρευσεν ὁ τῆς θεοσεβείας λόγος δι' ὧν φησι· Τῷ θέλοντί σε κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅτι Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐπὶ τούτων δὲ εἰς κρίσιν προσκαλεσώ μεθα, πλείονα λόγον ἔχοντες τῆς τοῦ ἀδελφοῦ σωτηρίας, ἢ τῆς τῶν χρημάτων περιουσίας. Καὶ γὰρ ὁ Κύριος εἰπὼν, Ἐάν σου ἀκούσῃ, ἐπήγαγεν, Ἐκέρδησας, οὐχὶ τὰ χρήματα, ἀλλὰ τὸν ἀδελ φόν σου. Ἔστι δὲ ὅτε ὑπὲρ τοῦ τρανωθῆναι τὴν ἀλήθειαν, αὐτοῦ πολλάκις ἡμᾶς τοῦ τῆς ἀγνω μοσύνης κατάρχοντος εἰς κοινὴν δίαιταν προκαλου μένου, συγκαταβαίνομεν πρὸς τὸν ἔλεγχον, οὐκ αὐ τοὶ κατάρξαντες, ἀλλὰ τοῖς προσκαλεσαμένοις ἀκο λουθοῦντες, οὐκ ἴδιον πάθος ὀργῆς ἢ φιλονεικίας πληροφοροῦντες, ἀλλὰ τὴν ἀλήθειαν φανεροῦν τες. Οὕτω γὰρ κἀκεῖνον καὶ ἄκοντα τῶν κακῶν ἐξαιρήσομεν, καὶ αὐτοὶ τὰς ἐντολὰς οὐ παρελευσό μεθα, ὡς Θεοῦ διάκονοι ἄμαχοι καὶ ἀφιλάργυροι, τῇ φανερώσει τῆς ἀληθείας εὐσταθῶς συνιστάμενοι, καὶ οὐδαμοῦ τὸ δεδομένον μέτρον τῆς σπουδῆς ὑπερβαίνοντες.

ΕΡΩΤΗΣΙΣ Ιʹ. Πότερον χρὴ πάντας τοὺς προσιόντας δέχεσθαι, ἢ τίνας; καὶ

εὐθὺς αὐτοὺς προσίεσθαι, ἢ μετὰ δοκιμασίας, καὶ ποίας ταύτης; ΑΠΟΚΡΙΣΙΣ. Τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰη σοῦ Χριστοῦ κηρύσσοντος καὶ λέγοντος· ∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμέ νοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπ ωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι' ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν, καὶ τὸ τῶν ἐν τολῶν φορτίον, τὸ πρὸς οὐρανὸν ἡμᾶς ἀνακουφίζον, βουλομένους. Οὐ μὴν οὐδὲ ἀνίπτοις ποσὶν ἐπιτρέπειν χρὴ τῆς σεμνότητος ἐπιβαίνειν τῶν διδαγμάτων· ἀλλ' ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν προσελθόντα νεανίσκον ἐπηρώτησε περὶ τοῦ προτέ ρου βίου, καὶ μαθὼν, ὅτι κατώρθωται, τὸ πρὸς τὴν 31.945 τελείωσιν ἐλλεῖπον ἔτι πληρῶσαι προσέταξε, καὶ τότε ἐπέτρεψεν ἀκολουθεῖν· οὕτω δηλονότι καὶ ἡμᾶς προσήκει τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν· καὶ οἷς μὲν ἤδη τι προκατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι, τοὺς δὲ ἢ ἐκ βίου πονηροῦ μετατιθεμένους, ἢ ἐκ τῆς ἀδιαφορίας πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι· μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον, οἳ, πρὸς τὸ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται, ὀνείδη καὶ ψεύδη, καὶ βλασ φημίας πονηρὰς τοῦ ἔργου ἡμῶν κατέχοντες. Ἐπεὶ δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παντοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπό νοις ἀγωνίσμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβά νοντας, ὡς, ἐάν τι βέβαιον παρ' αὐτοῖς εὕρωμεν,