1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

41

ἀλλ' ἑαυτὸν περιβαλεῖν πλημμελήμασι. ∆ιόπερ φησίν· Ἐν πραότητι παι δεύοντα τοὺς ἀντιδιατιθεμένους· μηδὲ ἐν οἷς μὲν ἂν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι, ἐν οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν ἡμαρτηκότα χρη στότητα ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχε ραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω γὰρ τῆς τε φιλαυ τίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ τὴν ἁμαρτίαν ἀποστρέφεσθαι, τῇ διαφορᾷ τῇ ἑαυτοῦ πρὸς τὸν ἕτε ρον. ∆ιαφορὰν δὲ ἀγανακτήσεως ποιούμενος, μὴ τὴν εἰρημένην, ἀλλὰ τὴν ἐναντίαν, φανερός ἐστιν ὅτι οὔτε διὰ τὸν Θεὸν οὔτε διὰ τὸν κίνδυνον τοῦ ἡμαρ τηκότος, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φιλοδοξίαν ἢ φιλαρχίαν ἀγανακτεῖ. Χρὴ γὰρ, ζῆλον μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης. ἀτιμαζομένου ἐν τῇ τῆς ἐντολῆς παραβάσει ἐπιδεικνύμενον, εὐσπλαγχνίαν δὲ φιλαδελφίας ὑπὲρ τῆς τοῦ ἀδελφοῦ σωτηρίας ἔχοντα κινδυνεύοντος ἐν τῇ ἁμαρτίᾳ (ὅτι Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται), ἐπὶ παντὸς ἁμαρτήματος ὡς κατὰ ἁμαρτήματος κινεῖσθαι, καὶ τῇ σφοδρότητι τῆς ἐκδι κήσεως δεικνύειν τὸ διάπυρον τῆς διαθέσεως.

ΕΡΩΤΗΣΙΣ ΝΑʹ. Ποίῳ τρόπῳ δεῖ διορθοῦσθαι τὸ πλημμέλημα τοῦ

ἡμαρτηκότος. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὰς διορθώσεις δὲ κατὰ τὸν τῆς ἰατρείας λό γον προσαγέτω τοῖς ἐμπαθέσι, μὴ ὀργιζόμενος τοῖς ἀσθενοῦσιν, ἀλλὰ τῇ νόσῳ μαχόμενος, καὶ ἀπ εναντίον μὲν ἱστάμενος πρὸς τὰ πάθη, δι' ἐπιπονω τέρας δὲ, εἰ δέοι, διαγωγῆς ἰώμενος τὸ ἀῤῥώστημα τῆς ψυχῆς· οἷον τὴν κενοδοξίαν τοῖς ἐπιτάγμασι τῶν τῆς ταπεινοφροσύνης ἐπιτηδευμάτων· τὴν 31.1041 ἀργολογίαν τῇ σιωπῇ· ὕπνον ἄμετρον διὰ τῆς ἐν προσευχαῖς ἀγρυπνίας· ἀργίαν σώματος διὰ τῶν κόπων· βρῶσιν ἀπρεπῆ διὰ τῆς ἀσιτίας· γογγυσμὸν διὰ τοῦ ἀφορισμοῦ, ὥστε μήτε συνεργάζεσθαι αὐτῷ τινα τῶν ἀδελφῶν ἑλέσθαι, μήτε τὸ παρ' αὐτοῦ ἔργον ἀναμιγνύναι τοῖς ἄλλων, καθὰ προείρηται, πλὴν εἰ μὴ ἄρα διὰ τῆς ἀνεπαισχύντου μετανοίας ἀπαλλαγεὶς τοῦ πάθους φανείη. Καὶ τότε τὴν ἐν τῷ γογγυσμῷ γενομένην ἐργασίαν προσδέχεσθαι· μηδὲ οὕτως εἰς ὑπηρεσίαν τῆς τῶν ἀδελφῶν χρήσεως, ἀλλ' εἰς ἑτέραν χρείαν οἰκονομοῦντας. Καὶ τούτων ὁ λόγος ἀρκούντως προαποδέδεικται.

ΕΡΩΤΗΣΙΣ ΝΒʹ. Μετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ ἐπιτίμια.

ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ δὲ τὸν προεστῶτα εἴπομεν χρῆναι ἀπαθῶς προσάγειν τὰς θεραπείας τοῖς ἀσθενοῦσιν, οὕτω πά λιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέ χεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς προσαγο μένην αὐτῷ ἐπιμέλειαν. Αἰσχρὸν γὰρ τοὺς μὲν τὰ σώματα νοσοῦντας τοσοῦτον τοῖς ἰατροῖς καταπι στεύειν, ὥστε, κἂν τέμνωσι, κἂν καίωσι, καὶ πι κροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν ἡμῶν θεραπευτὰς, ὅταν δι' ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατερ γάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν, τοῦ Ἀποστόλου λέγοντος· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ πάλιν· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν. Ὥστε, πρὸς τὸ τέλος ἀποβλέποντα, εὐεργέτην προσ ήκει κρίνειν τὸν τὴν κατὰ Θεὸν λύπην ἡμῖν ἐμ ποιοῦντα.

ΕΡΩΤΗΣΙΣ ΝΓʹ. Πῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς παῖδας

πταίοντας. ΑΠΟΚΡΙΣΙΣ. ∆εῖ μέντοι καὶ τοὺς τὰς τέχνας διδάσκοντας, ὅσα εἰς αὐτὴν τὴν τέχνην ἐξαμαρτάνουσιν οἱ μανθά νοντες, ἐφ' ἑαυτῶν ἐλέγχειν τὸ πλημμέλημα, καὶ ἐπανορθοῦσθαι τὰ σφάλματα. Ὅσα δὲ τῶν ἁμαρτημάτων τῆς τοῦ ἤθους διαστροφῆς ἐστι κατ ηγορήματα, οἷον ἀπείθειαι καὶ ἀντιλογίαι, καὶ ῥᾳθυ 31.1044 μία