1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

18

διὰ τῆς ἐγ κρατείας πᾶσαν φυγὴν ἁμαρτημάτων κατώρθωσεν. Εἰ δὲ τὰ μὲν πλεῖστα ἔφυγεν, ὑφ' ἑνὸς δὲ κρατεῖται, οὐκ ἐγκρατὴς ὁ τοιοῦτος· ὥσπερ καὶ ὁ ὑφ' ἑνὸς πάθους σωματικοῦ ἐνοχλούμενος οὐχ ὑγιής· καὶ ὑφ' ἑνὸς καὶ τοῦ τυχόντος κυριευόμενος οὐκ ἐλεύθε ρος. Αἱ μὲν οὖν λοιπαὶ ἀρεταὶ, ἐν τῷ κρυπτῷ κατορ θούμεναι, ὀλιγάκις διαφαίνονται τοῖς ἀνθρώποις· ἡ δὲ ἐγκράτεια ἀπ' αὐτῆς τῆς συντυχίας γνώριμον ποιεῖ τὸν ἔχοντα. Ὡς γὰρ τὸν ἀθλητὴν ἡ πολυσαρκία καὶ ἡ εὔχροια χαρακτηρίζει, οὕτω τὸν Χριστιανὸν τὸ κατεσκληκὸς τοῦ σώματος, καὶ ἡ ἐκ τῆς ἐγκρατείας ἐπανθοῦσα ὠχρία δείκνυσιν, ὅτι ἀθλητὴς ὄντως ἐστὶ τῶν ἐντολῶν τοῦ Χριστοῦ· ἐν τῇ ἀσθενείᾳ τοῦ σώματος καταπαλαίων ἑαυτοῦ τὸν ἐχθρὸν, καὶ τὸ δυνατὸν ἐν τοῖς τῆς εὐσεβείας ἄθλοις ἐπιδεικνύμε νος, κατὰ τὸ εἰρημένον, ὅτι Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Ὅσον τὸ κέρδος, ὀφθῆναι μόνον τὸν ἐγκρατῆ, μόλις καὶ κατὰ μικρὸν τῶν ἀναγκαίων ἁπτόμενον, καὶ ὡς λειτουργίαν ἐπαχθῆ ὑποτελοῦντα τῇ φύσει, καὶ δυσχεραίνοντα μὲν τῷ καιρῷ τῆς περὶ 31.965 ταῦτα διατριβῆς, ταχὺ δὲ τῆς τραπέζης ἀποπηδῶντα πρὸς τὴν τῶν ἔργων σπουδήν. Οἶμαι γὰρ ἂν καὶ τοῦ ἀκολάστου περὶ γαστέρα μηδένα λόγον τοσοῦτον τῆς ψυχῆς καθάψασθαι, καὶ πρὸς μεταβολὴν ἐναγα γεῖν, ὅσον καὶ μόνην τὴν συντυχίαν τοῦ ἐγκρα τοῦς. Καὶ τοῦτό ἐστιν, ὡς ἔοικε, τὸ εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ πίνειν· ὥστε καὶ ἐπὶ τῆς τραπέζης λάμπειν τὰ καλὰ ἡμῶν ἔργα πρὸς τὸ δοξασθῆναι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

ΕΡΩΤΗΣΙΣ ΙΗʹ Ὅτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπο γεύεσθαι.

ΑΠΟΚΡΙΣΙΣ. Ἀναγκαίως μέντοι κἀκεῖνο προσδιωρίσθω, ὅτι πρὸς τὸν ὑπωπιασμὸν τοῦ σώματος ἀπαραίτητον τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς ἡ ἐγκράτεια· Πᾶς γὰρ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται. Πρὸς δὲ τὸ μὴ συνεμπίπτειν τοῖς ἐχθροῖς τοῦ Θεοῦ τοῖς κε καυτηριασμένοις τὴν ἰδίαν συνείδησιν, καὶ διὰ τοῦτο ἀπεχομένοις βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς με τάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς, ἅπτεσθαι μὲν ἑκάστου χρὴ, καιροῦ ποτε συνεμπεσόντος, ὅσον ἐνδείκνυσθαι τοῖς ὁρῶσιν, ὅτι πάντα καθαρὰ τοῖς κα θαροῖς καὶ ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον· Ἁγιά ζεται γὰρ διὰ λόγου Θεοῦ, καὶ ἐντεύξεως· φυλάσ σειν δὲ καὶ οὕτω τὸν τῆς ἐγκρατείας σκοπόν· τοῖς μὲν εὐτελεστέροις καὶ ἀναγκαίοις πρὸς τὸ ζῇν μέχρι τῆς χρείας προσδιατρίβοντα, καὶ ἐν τούτοις τοῦ κό ρου τὸ βλαβερὸν ἐκκλίνοντα, τῶν δὲ πρὸς ἡδονὴν καθόλου ἀπεχόμενον. Οὕτω γὰρ καὶ τῶν φιληδόνων τὸ πάθος ἐκκόψομεν, καὶ τοὺς κεκαυτηριασμένους τὴν ἰδίαν συνείδησιν, τό γε ἐφ' ἡμῖν, θεραπεύσομεν, καὶ ἑαυτοὺς δὲ τῆς ἐν ἑκατέρᾳ ὑπονοίας ἐλευ θερώσομεν. Ἵνα τί γὰρ, φησὶν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Ἐγκράτεια δείκνυσι τὸν συναποθανόντα Χριστῷ, καὶ νεκρώ σαντα ἑαυτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ταύτην οἴδα μεν σωφροσύνης μητέρα, ὑγείας πρόξενον, τῆς τῶν ἀγαθῶν ἐν Χριστῷ καρποφορίας ἱκανῶς ὑπεξαί ρουσαν τὰ ἐμπόδια· εἴπερ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ αἱ ἡδο ναὶ τοῦ βίου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι συμ πνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Ταύτην καὶ δαίμονες ἀποφεύγουσιν, αὐτοῦ τοῦ Κυρίου διδάξαντος ἡμᾶς, ὅτι Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 31.968

ΕΡΩΤΗΣΙΣ ΙΘʹ. Τί τὸ μέτρον τῆς ἐγκρατείας. ΑΠΟΚΡΙΣΙΣ. Ἐπὶ μὲν τῶν τῆς

ψυχῆς παθῶν ἓν μέτρον ἐγ κρατείας, ἡ παντελὴς ἀπαλλοτρίωσις τῶν πρὸς τὴν ὀλεθρίαν ἡδονὴν φερόντων· ἐπὶ δὲ τῶν βρωμά των, ὥσπερ αἱ χρεῖαι ἄλλαι ἄλλων εἰσὶ, κατά τε ἡλικίας καὶ ἐπιτηδεύματα, καὶ πρὸς τὴν τοῦ σώμα τος ἕξιν οἰκείως διαιρούμεναι· οὕτω δὴ καὶ τὸ μέ τρον τῆς χρήσεως διάφορον, καὶ ὁ τρόπος. Ὥστε ἑνὶ