1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

28

τὴν τοῦ λόγου δύναμιν, ἀλλ' ὀλίγοις ὑπάρχειν τὸ χάρισμα, δι' ὧν φησιν· Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδο ται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· καὶ ἀλλαχοῦ· Ἵνα δυνατὸς ᾖ παρακαλεῖν ἐν τῇ 31.997 ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

ΕΡΩΤΗΣΙΣ ΛΓʹ. Τίς ὁ τρόπος τῆς πρὸς τὰς ἀδελφὰς συντυχίας. ΑΠΟΚΡΙΣΙΣ. Ὁ

ἅπαξ γάμον ἀπαρνησάμενος ἀπαρνήσεται, δη λονότι, πολὺ πρότερον τὰς μερίμνας, ἅς φησιν ὁ Ἀπόστολος μεριμνᾷν τὸν γεγαμηκότα, πῶς ἀρέσει τῇ γυναικὶ αὑτοῦ, καὶ καθαρίσει ἑαυτὸν παντά πασι πάσης μερίμνης τῆς πρὸς ἀρέσκειαν γυναικὸς γινομένης, φοβούμενος τὸ κρῖμα τοῦ εἰπόντος ὅτι, Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. Ὥστε πρὸς ἀρέσκειαν μὲν οὐδὲ ἀνδρὶ συντυχεῖν ἀνέξεται· ἕνεκεν δὲ τῆς κατ' ἐντολὴν Θεοῦ ὀφειλομένης ἑκά στῳ παρὰ τοῦ πλησίον σπουδῆς τῆς χρείας ἀπαι τούσης ἐπὶ τὴν συντυχίαν ἐλεύσεται. Οὐ μὴν οὐδὲ τοῖς βουλομένοις ἁπλῶς ἐφίεσθαι χρὴ τὴν συντυ χίαν, οὐδὲ καιρὸς πρὸς ταύτην, οὐδὲ τόπος πᾶς ἐπιτήδειος. Ἀλλ' εἴ γε μέλλοιμεν κατὰ τὸ πρόσταγ μα τοῦ Ἀποστόλου ἀπρόσκοποι γίνεσθαι καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν, καὶ πάντα πρὸς οἰκοδομὴν ποιεῖν, ἀνάγκη καὶ πρόσωπον, καὶ καιρὸν, καὶ χρείαν, καὶ τόπον κατ' ἐκλογὴν ἀφ ωρίσθαι πρεπόντως· δι' ὧν ἁπάντων ὑπονοίας μὲν πονηρᾶς καὶ σκιὰ πᾶσα ἐξελαθήσεται, σεμνότη τος δὲ καὶ σωφροσύνης ἀπόδειξις ἐν παντὶ τρόπῳ ἐπιφανήσεται τοῖς δοκιμασθεῖσιν ὁρᾷν ἀλλήλους, καὶ βουλεύεσθαι περὶ τῶν ἀρεσκόντων Θεῷ κατά τε τὴν σωματικὴν χρείαν καὶ τὴν τῶν ψυχῶν ἐπιμέ λειαν. Ἔστωσαν δὲ μὴ ἐλάττους τῶν δύο ἐξ ἑκατέ ρου μέρους· τὸ γὰρ ἓν πρόσωπον εὐεπηρέαστον εἰς ὑποψίαν, ἵνα μὴ πλέον τι λέγω καὶ ἀσθενέστερον πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν, σαφῶς τῆς Γραφῆς διαγορευούσης ἐπὶ δύο καὶ τριῶν ἵστα σθαι πᾶν ῥῆμα· μήτε τῶν τριῶν πλείους, ὥστε μὴ τὴν σπουδὴν τῆς φιλεργίας τῆς διὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γινομένης ἐμπο δίζεσθαι. Εἰ δέ τινας τῶν ἄλλων τῶν ἐν τῇ ἀδελφό τητι χρεία γένοιτο εἰπεῖν ἢ καὶ ἀκοῦσαί τι ἰδίᾳ τινὶ διαφέρον, μὴ αὐτοὶ ἐκεῖνοι εἰς ὁμιλίαν ἐρχέσθωσαν ἀλλήλοις· οἱ δὲ ἐπιλεγέντες πρεσβύτεροι ταῖς ἐπι λεγείσαις πρεσβυτέραις τὰ παρ' αὐτῶν διακονείτω σαν, καὶ οὕτω διὰ τῆς τούτων μεσιτείας ἡ τοῦ λό 31.1000 γου χρεία πληρούσθω. Ἡ δὲ αὐτὴ εὐταξία οὐ μόνον ἐν γυναιξὶ πρὸς ἄνδρας, ἢ ἀνδράσι πρὸς γυ ναῖκας, ἀλλὰ καὶ ἐν τοῖς ὁμογενέσι πρὸς τοὺς ὁμο γενεῖς φυλασσέσθω. Οὗτοι μὲν οὖν ἔστωσαν μετὰ τῆς ἄλλης ἐν πᾶσιν εὐλαβείας τε καὶ σεμνότητος, καὶ συνετοὶ πρός τε ἐπερώτησιν καὶ ἀπόκρισιν, πιστοί τε καὶ φρόνιμοι πρὸς τὴν τῶν λεγομένων οἰκονομίαν, καὶ πληροῦντες τό· Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὥστε καὶ τοῖς ἐμ πιστεύουσιν αὐτοῖς ὁμοῦ τήν τε χρείαν πληροῦσθαι, καὶ τὴν πληροφορίαν ὑπάρχειν περὶ τῶν ἐν αὐτοῖς κι νουμένων. Ὑπηρετείτωσαν δὲ καὶ ταῖς τοῦ σώματος χρείαις ἄλλοι τινὲς, καὶ αὐτοὶ μετὰ δοκιμασίας, τήν τε ἡλικίαν προήκοντες καὶ τὸ σχῆμα καὶ τὸ ἦθος σεμνοὶ, πρὸς τὸ μὴ πλῆξαί τινος συνειδὸς εἰς ὑποψίαν κακήν. Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρί νεται ὑπὸ ἄλλης συνειδήσεως;

ΕΡΩΤΗΣΙΣ Λ∆ʹ. Ποταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν οἰκονομοῦντας

ἐν τῇ ἀδελφότητι. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τῶν ἔσω δὲ τὰ πρὸς τὴν χρείαν ἐπινεμόν των ἐν ἑκάστῳ τάγματι πάντως ἔσονταί τινες οἱ δυνάμενοι μιμεῖσθαι τοὺς ἐν ταῖς Πράξεσι ποιοῦντας τὸ εἰρημένον ὅτι, ∆ιεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχε· πρόνοιαν ποιούμενοι πολλὴν τοῦ τε εὐσπλάγχνου καὶ μακροθύμου πρὸς πάντας, καὶ τοῦ μήτε ὑποψίαν δοῦναί τινι προσπαθείας, ἢ προσκλί σεως πρός τινας, κατὰ τὸ παράγγελμα