1
Epistulae
ΒΑΣΙΛΕΙΩΙ1.1 Ἐψευσάμην, ὁμολογῶ, τὴν ὑπόσχεσιν συνέσεσθαί σοι καὶ συμφιλοσοφήσειν καθομολογήσας ἐκ τῶν Ἀθηνῶν ἔτι καὶ τῆς ἐκεῖσε φιλίας καὶ συμφυΐας· οὐ γὰρ ἔχω τι τούτων εἰπεῖν οἰκειότερον. 1.2 Ἐψευσάμην δὲ οὐκ ἑκών, ἀλλὰ νόμου νόμον νικήσαντος, τοῦ θεραπεύειν κελεύοντος τοὺς γεννήτορας τὸν τῆς ἑταιρείας καὶ συνηθείας. 1.3 Οὐ μὴν παντάπασι ψεύσομαι, ἂν τοῦτο αὐτὸς καταδέξῃ· τὰ μὲν γὰρ ἡμεῖς σοι συνεσόμεθα, τὰ δὲ αὐτὸς ἡμῖν θέλησον, ἵν' ᾖ τὰ πάντα κοινὰ καὶ τὸ τῆς φιλίας ὁμότιμον. Οὕτω γὰρ ὑπάρξει καὶ τὸ τούτους μὴ λυπεῖν καὶ τὸ σοῦ τυγχάνειν. 2.Τ ΤΩΙ ΑΥΤΩΙ 2.1 Οὐ φέρω τὴν Τιβερινὴν ἐγκαλούμενος καὶ τοὺς ἐνταῦθα πηλοὺς καὶ χειμῶνας, ὦ λίαν ἄπηλε σὺ καὶ ἀκρόβαμον καὶ τὰς πλάκας κατακροαίνων, ἢ ὑπόπτερε σὺ καὶ μετάρσιε καὶ τῷ Ἀβάριδος ὀϊστῷ συμφερόμενε, ἵνα καὶ Καππαδόκης ὢν φεύγῃς τὰ Καππαδοκίας. 2.2 Ἢ ἀδικοῦμεν ὅτι ὑμεῖς μὲν ὠχριᾶτε καὶ στενὸν ἀναπνεῖτε καὶ μετρεῖσθε τὸν ἥλιον· ἡμεῖς δὲ λιπῶμεν καὶ κορεν νύμεθα καὶ οὐ περιγεγράμμεθα; Ἀλλ' οὐ ταῦτα ὑμῖν ἐστι. 2.3 Τρυφᾶτε δὲ καὶ πλουτεῖτε καὶ ἀγοράζετε· τοῦτο οὐκ ἐπαινῶ. Ἢ τοίνυν παῦσαι τοὺς πηλοὺς ὀνειδίζων ἡμῖν (οὔτε γὰρ τὴν πόλιν σὺ δεδημιούργηκας, οὔτε τοὺς χειμῶνας ἡμεῖς)· ἢ καὶ ἡμεῖς σοι προσοίσομεν ἀντὶ τῶν πηλῶν τοὺς καπηλοὺς καὶ ὅσα αἱ πόλεις μοχθηρὰ φέρουσιν. 3.Τ ΕΥΑΓΡΙΩΙ 3.1 Ἥσθην ἐπαινούμενος. Τὸ γὰρ τὸν υἱὸν ἡμῶν Εὐάγριον εὐδοκιμεῖν, ἡμᾶς ἐστιν εὐδοκιμεῖν· τέκνων γὰρ ἀρετὴ δόξα πατέρων. 3.2 Ἡμεῖς δέ, εἰς λόγους μέν, οὐδὲν ἢ μικρὸν ἴσως σύνισμεν ἡμῖν αὐτοῖς ὠφελήσασι τὸν σὸν υἱόν, οὐδὲ γὰρ μέγα ἡμῖν τὸ τῶν λόγων· ἓν δὲ ἀντὶ πάντων αὐτῷ καὶ μέγιστον συνεισηνέγκαμεν, οὐκ ἀρνήσομαι, τὸν τοῦ Θεοῦ φόβον καὶ τὸ πεῖσαι τῶν παρόντων καταφρονεῖν. 3.3 Ἐκείνῳ μὲν οὖν τὰ κάλλιστα συνηυξάμεθά τε καὶ συνευχόμεθα, ἵν' ἃς ἔλαβε παρ' ἡμῶν ἀρχὰς τελέως καρποφορήσῃ καί τινα τῆς σπουδῆς καρπὸν ἐνεγκώμεθα. 3.4 Τῇ δὲ σῇ τιμιότητι πᾶσα χάρις, ὅτι καὶ μεμνῆσθαι ἡμῶν ἀξιοῖς καὶ τοῖς ὑπομνήμασι τιμᾶν τῆς φιλίας· ἅπερ οὐ μικρὰ ὄντα μειζόνως ὑπεδεξάμεθα. 4.Τ ΒΑΣΙΛΕΙΩΙ 4.1 Σὺ μὲν σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα, εἴτε παίζων, εἴτε σπουδάζων, οὐδὲν τοῦτο πρᾶγμα· μειδία μόνον καὶ τῆς παιδεύσεως ἐμφοροῦ καὶ τῆς φιλίας ἡμῶν ἀπόλαυε· πάντα χρηστὰ ἡμῖν τὰ παρὰ σοῦ, ὁποῖά ποτ' ἂν ᾖ καὶ ὅπως ἂν ἔχῃ. 4.2 Καὶ γάρ μοι καὶ τὰ ἐνταῦθα σκώπτειν δοκεῖς οὐκ ἵνα σκώψῃς, ἀλλ' ἵνα πρὸς ἑαυτὸν ἑλκύσῃς, εἴ τί γε ἐγώ σου συνίημι, ὥσπερ οἱ τὰ ῥεύματα φράσσοντες, ἵν' ἀλλαχοῦ μεθελκύσωσι. Τοιαῦτα ἡμῖν ἀεὶ τὰ σά. 4.3 Ἐγὼ δέ σου τὸν Πόντον θαυμάσομαι καὶ τὴν ποντικὴν ξουφηρίαν καὶ τὴν φυγῆς ἀξίαν μονήν, τούς τε ὑπὲρ κεφαλῆς λόφους καὶ θῆρας, οἳ τὴν πίστιν ὑμῶν δοκιμά ζουσι, καὶ τὴν ὑποκειμένην ἐσχατίαν, εἴτ' οὖν μυωξίαν μετὰ τῶν σεμνῶν ὀνομάτων τοῦ φροντιστηρίου τε καὶ τοῦ μοναστηρίου καὶ τῆς σχολῆς, λόχμας τε ἀγρίων φυτῶν καὶ βαθυκρήμνων ὀρῶν στέφανον ὑφ' ὧν μὴ στεφανοῦσθε, ἀλλὰ συγκλείεσθε, 4.4 τόν τε μετρούμενον ἀέρα καὶ τὸν ποθούμενον ἥλιον, ὃν ὡς διὰ κάπνης αὐγάζεσθε, ὦ ποντικοὶ Κιμμέριοι καὶ ἀνήλιοι καὶ οὐ τὴν ἑξάμηνον νύκτα μόνον κατακριθέντες, ὃ δή τινες λέγονται, ἀλλ' οὐδὲ ἓν μέρος τῆς ζωῆς ἄσκιον ἔχοντες, μίαν δὲ νύκτα μακρὰν τὸν ἅπαντα βίον καὶ ὄντως 20σκιὰν θανάτου20, ἵν' εἴπω τὸ τῆς Γραφῆς. 4.5 Ἐπαινῶ καὶ τὴν 20στενὴν καὶ τεθλιμμέ νην ὁδόν20, -οὐκ οἶδα εἴτε εἰς βασιλείαν εἴτε εἰς Ἅιδου φέρουσαν, σοῦ δὲ ἕνεκεν εἰς βασιλείαν φερέτω, -καὶ τὴν ἐν μέσῳ, τί βούλει, πότερον Ἐδὲμ ὀνομάσω ψευδόμενος καὶ τὴν εἰς τέσσαρας ἀρχὰς μεριζομένην πηγὴν ἐξ ἧς ἡ οἰκουμένη ποτίζεται, ἢ τὴν ξηρὰν καὶ ἄνυδρον ἐρημίαν, ἥν τις ἡμερώσει Μωσῆς ῥάβδῳ πέτραν πηγάσας; 4.6 Ἔστι γὰρ ὅσον μὲν διαπέφευγε τὰς πέτρας, χαραδρεών· ὅσον δὲ τὰς χαράδρας,