1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

2

ἀκανθεών· ὅσον δὲ ὑπὲρ τὰς ἀκάνθας, κρημνός· καὶ ἡ ὑπὲρ τοῦτον ὁδὸς ἐπίκρημνός τε καὶ ἀμφιτάλαντος τῶν ὁδευόντων τὸν νοῦν συνάγουσα καὶ γυμνάζουσα πρὸς ἀσφάλειαν. 4.7 Ποταμὸς δὲ κάτω ῥοχθεῖ, οὗτος ὁ Ἀμφιπολίτης σοι Στρυμὼν καὶ ἡσύχιος· καὶ οὐκ ἰχθυοφόρος μᾶλλον ἢ λιθοφόρος, οὐδὲ εἰς λιμνὴν ἀναχεόμενος, ἀλλ' εἰς βάθη κατασυρόμενος, ὦ λίαν ὑψήγορε σὺ καὶ ποιητὰ καινῶν ὀνομάτων. 4.8 Ἔστι γὰρ μέγας καὶ φοβερὸς καὶ ὑπερηχῶν τῶν ἄνω τὰς ψαλμῳδίας. Οὐδὲν πρὸς τοῦτον οἱ Καταράκται καὶ οἱ Κατάδουποι· τοσοῦτον ὑμῶν καταβοᾷ νυκτὸς καὶ ἡμέρας. 4.9 Τραχὺς μὲν ὤν, ἄπορος δέ· καὶ θολερὸς μέν, ἄποτος δέ· οὗ τοῦτο μόνον φιλάνθρωπον ὅτι μὴ παρασυρεῖ τὴν μονὴν ὑμῶν, ὅταν αὐτὸν αἱ χαράδραι καὶ οἱ χειμῶνες ἐκμαίνωσιν. 4.10 Ἃ μὲν οὖν ἡμεῖς ταῖς τῶν Μακάρων νήσοις ταύταις εἴτ' οὖν τῶν μακαρίων ὑμῶν, ταῦτά ἐστι. 4.11 Σὺ δέ μοι θαύμαζε τοὺς μηνοειδεῖς ἀγκῶνας τὰ βάσιμα τῆς ὑπωρείας ὑμῶν ἀπαγχονίζοντας μᾶλλον ἢ ἀποτειχίζοντας, καὶ τὸν κορυφῆς ὑπερτέλλοντα τένοντα, ὃς Ταντάλειον ὑμῖν ποιεῖ τὴν ζωήν, τάς τε διαρρεούσας αὔρας καὶ τῆς γῆς ἀναπνοάς, αἳ λιποθυμοῦντας ὑμᾶς ἀναψύχουσι, 4.12 τούς τε ᾠδικοὺς ὄρνιθας, ᾄδοντας μέν, ἀλλὰ τὸν λιμόν, καὶ ὑπεριπταμένους μέν, ἀλλὰ τὴν ἐρημίαν. Ἐπι δημεῖ δὲ οὐδεὶς ὅτι μὴ κατὰ θήραν, λέγεις· πρόσθες, καὶ ὥστε νεκροὺς ὑμᾶς ἐπισκέπτεσθαι. 4.13 Ταῦτα μακρότερα μὲν ἴσως ἣ κατ' ἐπιστολήν, ἐλάττω δὲ κωμῳδίας. Σὺ δὲ εἰ μὲν οἴσεις μετρίως τὴν παιδιάν, ὀρθῶς ποιήσεις· εἰ δὲ μή, καὶ πλείω προσθήσομεν. 5.Τ ΤΩΙ ΑΥΤΩΙ 5.1 Ἐπειδὴ φέρεις μετρίως τὴν παιδιάν, καὶ τὰ ἑξῆς προσθήσομεν. Ἐξ Ὁμήρου δὲ τὸ προοίμιον· Ἀλλ' ἄγε δὴ μετάβηθι καὶ τὸν ἕσο κόσμον ἄεισον, τὴν ἄστεγον σκέπην καὶ ἄθυρον, τὴν ἄπυρον ἑστίαν καὶ ἄκαπνον, τοὺς πυρὶ ξηραινομένους τοίχους, ἵνα μὴ ταῖς τοῦ πηλοῦ ῥανίσι βαλλώμεθα, Ταντάλειοί τινες καὶ κατάκριτοι, διψῶντες ἐν ὕδασι, - 5.2 τὴν ἐλεεινὴν ἐκείνην καὶ ἄτροφον πανδαισίαν ἐφ' ἣν ἀπὸ Καππαδοκίας ἐκλήθημεν, οὐχ ὡς Λωτοφάγων πενίαν ἀλλ' ὡς Ἀλκινόου τράπεζαν, ἡμεῖς οἱ νέοι ναυαγοί τε καὶ τλήμονες. 5.3 Μέμνημαι γὰρ τῶν ἄρτων ἐκείνων καὶ τῶν ζωμῶν (οὕτω γὰρ ὠνομάζοντο), ἀλλὰ καὶ μεμνήσομαι καὶ τῶν περιολισθαινόντων τοῖς βλωμοῖς ὀδόντων, εἶτα ἐνισχο μένων καὶ ἀνελκομένων ὥσπερ ἐκ τέλματος. 5.4 Αὐτὸς ταῦτα τραγῳδήσεις ὑψηλότερον, ἐκ τῶν οἰκείων παθῶν ἔχων τὸ μεγαλόφωνον· ὧν εἰ μὴ ταχέως ἡμᾶς ἡ μεγάλη καὶ πτωχοτρόφος ὄντως ἐρρύσατο, τὴν σὴν λέγω μητέρα, ὥσπερ λιμὴν ἐν καιρῷ φανεῖσα χειμαζομένοις, πάλαι ἂν ἦμεν νεκροί, πίστεως ποντικῆς οὐκ ἐπαινούμενοι μᾶλλον ἢ ἐλεούμενοι. 5.5 Πῶς παρέλθω τοὺς ἀκήπους κήπους ἐκείνους καὶ ἀλαχάνους, καὶ τὴν Αὐγείου κόπρον ἐκ τῆς οἰκίας ἐκκαθαιρομένην, ᾗ τούτους ἀνεπληρώσαμεν, ἡνίκα τὴν γεωφόρον ἅμαξαν εἵλκομεν, ἐγώ τε ὁ βοτρύων καὶ ὁ λαμυρὸς σύ, τοῖς αὐχέσι τούτοις καὶ ταῖς χερσὶ ταύταις, αἳ τῶν πόνων ἔτι τὰ ἴχνη φέρουσιν, -ὦ γῆ καὶ ἥλιε καὶ ἀὴρ καὶ ἀρετή, τραγωδήσω γάρ τι μικρόν, -οὐχ ἵνα τὸν Ἑλλήσποντον ζεύξωμεν, ἀλλ' ἵνα τὸν κρημνὸν ὁμαλίσωμεν. 5.6 Τούτοις εἰ μὲν οὐδὲν ἀχθεσθήσῃ λεγομένοις, πάντως οὐδ' ἡμεῖς· εἰ δὲ ἀχθεσθήσῃ, πόσον γενομένοις ἡμεῖς· καὶ τὰ πλείω παρήσομεν, αἰδοῖ τῶν ἄλλων, ὧν πολλῶν ἀπελαύομεν. 6.Τ ΤΩΙ ΑΥΤΩΙ 6.1 Ἃ μὲν πρότερον ἐπεστέλλομεν περὶ τῆς ποντικῆς 6.1 διατριβῆς παιζόντων ἦν, οὐ σπουδαζόντων· ἃ δὲ νῦν γράφω, καὶ λίαν σπουδαζόντων. 6.2 20Τίς ἄν με θείη κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν ἐκείνων20, ἐν αἷς συνετρύφων σοι τῷ κακοπαθεῖν; ἐπειδὴ τὸ ἑκούσιον λυπηρὸν τοῦ ἀκουσίου τερπνοῦ τιμιώτερον. 6.3 Τίς δώσει τὰς ψαλμῳδίας ἐκείνας καὶ τὰς ἀγρυπνίας καὶ τὰς δι' εὐχῆς πρὸς Θεὸν ἐκδημίας καὶ τὴν οἱονεὶ ἄϋλον ζωὴν καὶ ἀσώματον; Τίς ἀδελφῶν συμφυΐαν καὶ συμψυχίαν τῶν ὑπὸ σοῦ θεουμένων καὶ ὑψουμένων; 6.4 Τίς ἅμιλλαν ἀρετῆς καὶ παράθηξιν, ἣν ὅροις γραπτοῖς καὶ κανόσιν ἠσφαλισάμεθα; Τίς θείων λογίων φιλοπονίαν καὶ τὸ ἐν αὐτοῖς φῶς εὑρισκόμενον σὺν ὁδηγίᾳ τοῦ