1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

56

λόγοις, ἀλλὰ τοῖς πράγμασιν· οἷς γάρ τις χαίρει γινομένοις, ταῦτα καὶ σιωπῶν συμβουλεύει. 192.5 Ἂν οὕτω ποιῆτε, ὑμᾶς τε αὐτοὺς ὀνήσετε καὶ ἡμᾶς φίλους ἕξετε καὶ οὐ ψεύσεσθε τὰς τῶν πεπιστευκότων ἐλπίδας. Οὗτός σοι τῶν ἐπὶ Νικοβούλῳ πόνων μισθός. Εἰ δὲ πεῖραν τελεωτέραν λάβοιμεν, τελεωτέραν καὶ τούτων ἀντιδώσομεν τὴν εὐφη μίαν. 193.Τ ΒΙΤΑΛΙΑΝΩΙ 193.1 Αἰσθάνομαί σου τῶν ἐγκλημάτων καὶ σιωπῶντος. «Γάμους εἱστιῶμεν», ἴσως ἐρεῖς, «καὶ ταῦτα τῆς χρυσῆς Ὀλυμπιάδος καὶ σῆς, καὶ παρῆν ἐπισκόπων ὅμιλος· σὺ δὲ ἀπῆς ἡμῖν, ὁ γεννάδας, ἢ ἀπαξιώσας, ἢ κατοκνήσας.» 193.2 Οὐδέτερον, ὦ θαυμάσιε. Ἀλλ' οὐκ ἦν, οἶμαι, πράττοντα τραγικῶς, πανηγυρίζειν κωμικῶς, καὶ ἅμα παντελῶς ἄωρον καὶ οὐ γαμικόν, δύο ποδαλγοὶ περιφερόμενοι καὶ γελώμενοι, μέσοι πηδώντων, -ἵνα τί σοι καὶ προσπαίξωμεν γαμικῶς. 193.3 Ἐπεὶ τῷ γε βούλεσθαι καὶ πάρειμι καὶ συνεορτάζω καὶ τῶν νέων τὰς δεξιὰς ἀλλήλαις τε ἐμβάλλω καὶ ἀμφοτέρας τῇ τοῦ Θεοῦ. Πρέπει γάρ, ὥσπερ ἄλλο σοι πᾶν ἀγαθόν, οὕτω δὴ καὶ τὴν συζυγίαν ἐπὶ παντὶ βελτίστῳ γενέσθαι καὶ κατὰ τὰς κοινὰς ἡμῶν εὐχάς. 194.Τ ΤΩΙ ΑΥΤΩΙ 194.1 Ἰδοὺ καὶ δεύτερός σοι γαμβρός· καὶ τὸ γλυκὺ φορτίον ἀποσκευάζῃ, καλῶς γε ποιῶν. Ἀργοὶ δ' ἡμεῖς, ὡς ἂν αὐτὸς εἴποις· ὡς δὲ ὁ ἀληθὴς λόγος, ἀσθενεῖς, οὐκ ἀργοί. 194.2 Πλὴν καλῶς ἡμῖν ἔχει τὰ ἐκ Θεοῦ. Τῶν μὲν γὰρ θορύβων ἄλλοις παρεχωρήσαμεν, τῆς φιλοσοφίας δὲ ἡμεῖς ἀπολαύσομεν, ἐπειδὰν Θεῷ συσταλῇς καὶ ὅλως τῶν ἄνω γένῃ, μηδενὶ δεσμῷ κατεχόμενος. 194.3 Καὶ νῦν δὲ τοῖς γάμοις συνεισφέρομεν τὰς εὐχάς, εἰ δεῖ δωροφορεῖν ὑμῖν τὸ κάλλιστον. 195.Τ ΓΡΗΓΟΡΙΩΙ ΑΡΧΟΝΤΙ 195.1 Οὐκ ἐπαινῶ τὸν Ἡσίοδον ὅτι τοὺς ὁμοτέχνους ἀντι τέχνους ὠνόμασεν· 20καὶ κεραμεὺς κεραμεῖ κοτέει20 (λέγων) 20καὶ τέκτονι τέκτων20. Οὐ γὰρ φθονεῖ μᾶλλον ἢ προστρέχει τε καὶ ἀσπάζεται, ὡς ὁ ἐμὸς λόγος, καὶ ὡς οἰκείου περιέχεται. 20Ἀοιδὸς20 δὲ 20ἀοιδῷ20 τοσούτῳ πλέον ὅσῳ καὶ λόγος ἐστὶ τούτοις τὸ σπουδαζόμενον. 195.2 Τοῦτο δὲ καὶ αὐτὸς πεπονθὼς πρὸς τὴν σὴν λογιότητα, εἰ μὲν οὕτως εἶχον τοῦ σώματος ὥστε ταῖς τῆς ψυχῆς ὁρμαῖς ὑπουργεῖν δύνασθαι, οὐκ ἄν μέ τις ἔφθη καὶ προσδραμὼν καὶ περιπτυξάμενος καὶ τὰ ἐπιβατήρια προσφθεγξάμενος. 195.3 Ἀλλ' ἡλίῳ μὲν ἐπισκοτεῖ νέφος, ἐμοὶ δὲ καὶ ἡ ἀρρωστία καὶ τὸ φθονερὸν τοῦτο σαρκίον καὶ δεσμωτήριον. Ἆρα δέξῃ μου τὴν ἐπιστολὴν ἀντὶ τῆς παρουσίας; Ναί, δέξῃ, λόγιός τε ὢν καὶ συγγνώμων, εὖ οἶδα τοῦτο καὶ οὐκ εἰκάζειν ἔχω. 195.4 Καὶ ἵν' εἰδῇς ὅσον θαρρῶ τῇ σῇ καλο κἀγαθίᾳ, ἰδοὺ καὶ πρεσβείαν προσάγω σοι σφόδρα ἡμῖν ἀναγκαίαν, καὶ πρὸς τῆς σῆς φιλίας αἰτῶ τὰ τῶν φίλων. 195.5 Τὸν ἐμὸν Νικόβουλον ἀπὸ τῆς ἐμῆς δεξιᾶς ἐγχειρίζω σοι σὺν τοῖς ἀδελφοῖς οὐ δώσοντα δίκην, ἀλλὰ ληψόμενον, καὶ χήραν ἄωρον τὴν τούτων μητέρα, καὶ οἰκίαν ἦν ὅτε λαμπρὰν οὖσαν καὶ ἀπόβλεπτον, ἕως περιῆν ὁ πολὺς ἡμῖν Νικόβουλος, 195.6 νῦν δὲ οὐδὲ πενθῆσαι συγχωρη θεῖσαν ἐκ τῶν ἤδη ἀναφυέντων κακῶν καὶ προσδοκω μένων, εἰ μή σοί τε παρασταίη καὶ τῇ σῇ δίκῃ στῆναι πρὸς τὸν πονηρὸν δαίμονα καὶ ἡμᾶς τιμῆσαι καὶ τὸ ἀνθρώπινον αἰδεσθῆναι καὶ λαμπρὰν σεαυτῷ ποιῆσαι τὴν ἀρχὴν διὰ τῆς εἰς ἡμᾶς εὐποιΐας. 196.Τ ΕΚΗΒΟΛΙΩΙ 196.1 Βοήσομαί τι κατ' ἐμαυτοῦ· καὶ συγγνώμη τῷ ἀλ γοῦντι τὰ τοῦ ἀλγοῦντος καὶ φθέγξασθαι. Ὦ σαρκίον πονη ρὸν καὶ κακόηθες, οἷά με κακὰ δρᾷς, οἷα ἐργάζῃ· ἐγγὺς ἀνὴρ ὃν καὶ πόρρω τυγχάνοντα μεταδιώκειν τῶν ἀναγκαίων, τῆς τε ἀρχικῆς ἀρετῆς εἵνεκα καὶ τῆς ἄλλης ἡμερότητος. 196.2 Σὺ δὲ πονηρῶς ἔχεις καὶ σχεδὸν ἀκινήτως, καὶ περιορᾷς ἄλλους τοῦ ἀγαθοῦ μεταλαμβάνοντας, ἡμᾶς δὲ ζημιου μένους. Τὰ μὲν οὖν τῆς κατηγορίας τοιαῦτα. 196.3 Ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ ἀποδύρασθαι μόνον ἃ πάσχομεν, ἀλλὰ δεῖ καί τινος φαρμάκου πρὸς τὴν πληγήν, τοῦτο ἐξεύρομεν, τὸ θαρρῆσαι τῇ ἐπιστολῇ ταύτῃ καὶ τοῖς γράμμασι σκιαγραφῆσαι τὴν παρουσίαν. 196.4 Εἰ δὲ καὶ τὸ εὖ ποιεῖν ἡμᾶς ἐπιζητεῖς, βρύων τὸ ἀγαθόν, προσάγομεν θαρροῦντες οἰκίαν ἐλεεινὴν καὶ φιλανθρωπίας ἀξίαν, χήραν μετ'