2
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ
ΚΑΠΠΑ∆ΟΚΙΑΣ ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ ΚΑΤ' ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντο λαῖς τοῦ Κυρίου. Ἐπειδὴ
ἔδωκεν ἡμῖν ὁ λόγος ἐξουσίαν τοῦ ἐπερωτᾷν, πρῶτον πάντων διδαχθῆναι δεόμεθα, εἰ τάξις τίς ἐστι καὶ ἀκολουθία ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ὥστε τὴν μὲν εἶναι πρώτην, τὴν δὲ δευτέραν, καὶ καθεξῆς· ἢ πᾶσαι ἀλλήλων ἔχονται, καὶ πᾶσαι ἀλλή λαις ὁμότιμοι πρὸς τὸν τῆς ἀρχῆς λόγον τυγχάνουσιν, ὡς ἄδειαν εἶναι τῷ βουλομένῳ, καθάπερ ἐν κύ κλῳ, ἀρχὴν λαμβάνειν ὁπόθεν βούλεται. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα ὑμῶν ἀρχαῖόν ἐστι, καὶ πάλαι προεκδεδομένον ἐν τοῖς Εὐαγγελίοις, ἡνίκα προσελ 31.908 θὼν τῷ Κυρίῳ ὁ νομικὸς, ∆ιδάσκαλε, φησὶ, ποία πρώτη ἐν τῷ νόμῳ ἐστὶν ἐντολή; Καὶ ὁ Κύριος ἀπεκρίνατο· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. ∆ευτέρα δὲ ὁμοία αὕτη· Ἀγα πήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Αὐτὸς οὖν ἐπέθηκε ταῖς ἑαυτοῦ ἐντολαῖς τὴν τάξιν ὁ Κύριος· πρώτην μὲν καὶ μεγίστην περὶ τῆς εἰς τὸν Θεὸν ἀγάπης τὴν ἐντολὴν ὁρισάμενος· δευτέραν δὲ τῇ τάξει, καὶ ὁμοίαν ἐκείνῃ, μᾶλλον δὲ συμπληρωτικὴν τῆς προτέρας, καὶ ἐξ αὐτῆς ἠρτημένην, τὴν περὶ τοῦ ἀγαπᾷν τὸν πλησίον· ὥστε ἐκ τῶν εἰρημένων, καὶ ἐξ ἑτέρων δὲ τοιούτων, ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φερομένων, τὴν ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Κυρίου τάξιν τε καὶ ἀκολουθίαν ἔστι καταμαθεῖν.
ΕΡΩΤΗΣΙΣ Βʹ. Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν ἐν ἀνθρώποις ἡ
πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ῥοπὴ καὶ δύναμις. Οὐκοῦν περὶ τῆς εἰς Θεὸν ἀγάπης πρῶτον ἡμῖν διαλέχθητι. Ὅτι μὲν γὰρ χρὴ ἀγαπᾷν, ἀκηκόαμεν· πῶς δ' ἂν τοῦτο κατορθωθείη, μαθεῖν ἐπιζητοῦμεν. ΑΠΟΚΡΙΣΙΣ. Ἀδίδακτος μὲν ἡ πρὸς τὸν Θεὸν ἀγάπη. Οὔτε γὰρ φωτὶ χαίρειν, καὶ ζωῆς ἀντιποιεῖσθαι παρ' ἄλλου μεμαθήκαμεν, οὔτε τὸ ἀγαπᾷν τοὺς τεκόντας ἢ θρε ψαμένους ἕτερος ἐδίδαξεν. Οὕτως οὖν, ἢ καὶ πολὺ μᾶλλον τοῦ θείου πόθου οὐκ ἔξωθέν ἐστιν ἡ μάθησις· ἀλλ' ὁμοῦ τῇ συστάσει τοῦ ζώου τοῦ ἀνθρώπου φημὶ, σπερματικός τις λόγος ἡμῖν ἐγκαταβέβληται οἴκοθεν ἔχων τὰς ἀφορμὰς τῆς πρὸς τὸ ἀγαπᾷν οἰκειώσεως. Ὅνπερ τὸ διδασκαλεῖον τῶν ἐντολῶν τοῦ Θεοῦ παραλαβὸν, γεωργεῖν μετ' ἐπιμελείας, καὶ ἐκτρέφειν μετ' ἐπιστήμης, καὶ εἰς τελείωσιν ἄγειν Θεοῦ χάριτι πέφυκεν. ∆ιὸ καὶ ἡμεῖς, τὴν σπουδὴν ὑμῶν ὡς ἀναγκαίαν τῷ σκοπῷ ἀποδεξά μενοι, Θεοῦ διδόντος, καὶ ὑμῶν ἐν ταῖς προσευχαῖς συναντιλαμβανομένων ἡμῖν, τὸν ἐγκεκρυμμένον ὑμῖν σπινθῆρα τοῦ θείου πόθου κατὰ τὴν ἐνδεδομένην ἡμῖν διὰ τοῦ Πνεύματος δύναμιν διεγεῖραι σπουδά σομεν. Εἰδέναι μέντοι χρὴ, ὅτι τοῦτο ἓν μὲν ἔστι τὸ κατόρθωμα· δυνάμει δὲ πάσης ἐνεργητικὸν καὶ πε ριεκτικόν ἐστιν ἐντολῆς. Ὁ γὰρ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσει· καὶ πάλιν, ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς 31.909 ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Καὶ οὐχὶ νῦν δι' ἀκριβείας ἐφοδεύειν τὸν λόγον ἐπιχειρή σομεν (οὕτω γὰρ ἂν λάθοιμεν πάντα τὸν περὶ ἐντολῶν λόγον ἐπικυκλοῦντες τῷ μέρει), ἀλλ' ὅσον σύμμε τρον ἡμῖν καὶ οἰκεῖον τῷ παρόντι σκοπῷ, ὑπομνήσο μεν ὑμᾶς περὶ τῆς ὀφειλομένης τῷ Θεῷ παρ' ἡμῶν ἀγάπης, ἐκεῖνο πρότερον εἰπόντες, ὅτι πασῶν τῶν δοθεισῶν ἡμῖν ἐντολῶν παρὰ Θεοῦ, τούτων καὶ τὰς δυνάμεις παρ' αὐτοῦ προειλήφαμεν, ἵνα μήτε δυσχε ραίνωμεν, ὥς τι καινότερον ἀπαιτούμενοι, μήτε ἐπαιρώμεθα, ὡς πλέον τι τοῦ δεδομένου συνεισφερό μενοι. Καὶ διὰ τούτων τῶν δυνάμεων, ὀρθῶς μὲν καὶ προσηκόντως