1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

2

Εʹ. Πρῶτον μὲν, ὅτι κακούργως τὴν προσηγορίαν μετέθηκεν ἐπὶ τὸ δοκοῦν, ὥσπερ τῆς θρησκείας ὄντα τὸν Ἕλληνα λόγον, ἀλλ' οὐ τῆς γλώσσης· καὶ διὰ τοῦτο, ὡς ἀλλοτρίου καλοῦ φῶρας, τῶν λόγων ἡμᾶς ἀπήλασεν· ὥσπερ ἂν εἰ καὶ τεχνῶν εἶρξεν ἡμᾶς, ὅσαι παρ' Ἕλλησιν εὕρηνται, καὶ τοῦτο διαφέρειν αὐτῷ διὰ τὴν ὁμωνυμίαν ἐνόμισεν· ἔπειτα, ὅτι λανθάνειν ἡμᾶς ὑπέλαβεν, οὐκ ἀγαθοῦ τινος τῶν πρώτων ἀποστερήσειν μέλλων, οἵ γε καὶ σφόδρα τούτους περιφρονοῦμεν τοὺς λόγους· ἀλλὰ τοὺς ἐλέγ χους τῆς ἀσεβείας φοβούμενος, ὥσπερ ἐν τῇ κομψείᾳ τῆς λέξεως τὴν ἰσχὺν ἔχοντας, ἀλλ' οὐκ ἐν τῇ γνώσει τῆς ἀληθείας καὶ τοῖς ἐνθυμήμασιν, ὧν ἐπισχεῖν ἡμᾶς ἀδυνατώτερον ἢ τὸν Θεὸν ὁμολο γεῖν γλῶσσαν ἔχοντας· ἐπεὶ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἱερουργοῦμεν τὸν λόγον, ὥσπερ τὰ σώματα, ἡνίκα ἂν καὶ τούτοις ἀγωνίζεσθαι δέῃ περὶ τῆς ἀλη θείας· ὥστε ὁ τοῦτο προστάξας Ἀττικίζειν μὲν ἐκώ λυσε, τὸ δὲ ἀληθεύειν οὐκ ἔπαυσε· καὶ τὸ μὲν ἑαυ τοῦ σαθρὸν ἤλεγξε, τοὺς ἐλέγχους δὲ οὐ διέφυγεν· ὅτι μὴ καὶ μᾶλλον τούτοις ἑαυτὸν ὑποθεὶς ἠγνόησεν.

ςʹ. Οὐ γὰρ θαῤῥοῦντος ἦν οὔτε τοῖς ὑπὲρ τῆς θρησκείας δικαίοις, οὔτε τοῖς λόγοις αὐτοῖς τὸ τοὺς ἡμετέρους ἐπίσχειν λόγους· ὥσπερ ἂν εἴ τις κρά τιστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, καὶ ἀξιοίη κατὰ πάντων κηρύττεσθαι, μηδένα τῶν γενναίων ἀγωνί ζεσθαι, μηδὲ καταβαίνειν εἰς τὸ στάδιον ἐπιτάξας, ἤ τι τῶν μελῶν περικόψας, ὅπερ ἀνανδρίας μᾶλλον ἢ ῥώμης τεκμήριον. Κατὰ γὰρ τῶν ἀγωνιζομένων, οὐ τῶν ἄνω καθεζομένων οἱ 35.537 στέφανοι· καὶ τῶν πάσῃ τῇ ῥώμῃ χρωμένων, οὐ τῶν περιῃρημένων τὸ πολὺ τῆς δυνάμεως. Εἰ δὲ ὅλως συμμίξαι καὶ εἰς χεῖρας ἐλθεῖν ἐφοβήθης, αὐτῷ τούτῳ τὴν ἧτταν ἔδειξας, καὶ νικᾷν ὑπῆρξέ μοι μηδὲ ἠγωνισμένῳ, ὃν ἠγωνίσω μὴ ἀγωνίσασθαι. Ταῦτα μὲν ὁ σοφὸς ἡμῖν βασιλεύς τε καὶ νομοθέτης, ὥσπερ ἵνα μηδὲν αὐτοῦ τῆς τυραννίδος ἄμοιρον ᾖ, καὶ προκηρύξῃ τὴν ἀλογίαν ἐν ἀρχῇ τῆς ἑαυτοῦ βασιλείας, τυραννήσας πρὸ τῶν ἄλλων τοὺς λόγους· ἡμῖν δὲ καλὸν καὶ ὑπὲρ τῶν λόγων αὐτῶν ὁμολογεῖν τῷ Θεῷ χάριν, τὴν ἐλευθερίαν ἀπολαβόν των· καὶ μάλιστα μὲν καὶ τοῖς ἄλλοις τιμᾷν αὐτὸν ἀναθήμασι φειδομένους μηδενὸς, μήτε χρημά των μήτε κτημάτων, ἃ, τοῦ καιροῦ γενόμενα καὶ τῆς τυραννίδος, ἡ φιλανθρωπία τοῦ Θεοῦ διεσώσατο, τιμᾷν δὲ πρὸ τῶν ἄλλων τοῖς λόγοις, τῇ δικαίᾳ καρ ποφορίᾳ καὶ κοινῇ πάντων, ὅσοι τῆς χάριτος μετει λήφασιν. Ἀλλ' ὁ μὲν ὑπὲρ τῶν λόγων λόγος το σοῦτος· ἵνα μὴ, μακρότερον ἀποτείνοντες, ἔξω τοῦ καιροῦ πίπτωμεν, καὶ ἄλλο τι μᾶλλον σπου δάζειν δοκῶμεν ἢ οὗ χάριν συνεληλύθαμεν.

Ζʹ. Ἤδη δέ μοι πηδᾷ καὶ ἵεται πρὸς πανηγυρισμὸν ὁ λόγος, καὶ τοῖς ὁρωμένοις συμφαιδρύνεται, καὶ καλεῖ πάντας εἰς χορείαν πνευματικὴν, ὅσοι τε νηστείαις καὶ κλαυθμῷ, καὶ δεήσει προσέκειντο, νυκτὸς καὶ ἡμέρας αἰτούμενοι λύτρωσιν τῶν κατεχόντων ἀνιαρῶν, καὶ δεξιὸν ἐν τοῖς κακοῖς φάρ μακον, τὴν οὐ καταισχύνουσαν ἐλπίδα ποιούμενοι· ὅσοι τε, μεγάλους ἀνατλάντες ἀγῶνας καὶ ἄθλους, καὶ πολλαῖς πληγέντες καὶ χαλεπαῖς τοῦ καιροῦ προσ βολαῖς, θέατρον ἐγενήθησαν τῷ κόσμῳ, καὶ ἀγγέ λοις, καὶ ἀνθρώποις, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· καὶ τὰ μὲν σώματα κάμνοντες, τὰς δὲ ψυχὰς ἀήττητοι διαμείναντες, καὶ πάντα ἰσχύοντες ἐν τῷ δυναμοῦντι αὐτοὺς Χριστῷ· ὅσοι τε, κοσμικὴν ἀποθέμενοι κακίας ὕλην καὶ δυναστείαν, ἢ τὴν ἁρπα γὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσδεξάμενοι, ἢ τῆς ἑαυτῶν, ὃ δὴ λέγεται, φυγαδευθέντες ἀδίκως, ἢ ἀνδρῶν, ἢ γυναικῶν, ἢ γονέων, ἢ τέκνων, ἢ ὅσοις ἄλλοις ὀνόμασι τῆς μικρᾶς οἰκειότητος κατεχόμεθα, τούτων πρὸς ὀλίγον διαζευχθέντες, καὶ τῷ Χριστοῦ 35.540 καρποφορήσαντες αἵματι τὰ ὑπὲρ Χριστοῦ πάθη, νῦν ἂν ἐκεῖνο λέγοιεν καὶ ᾄδοιεν ἐν καιρῷ, τὸ, Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.